Thesauros Edebiyat Hitabet Ἐπιτάφιος

Ἐπιτάφιος

Ἐπιτάφιος Hyperides
27 διὰ τούτους πατέρες ἔνδοξοι, μητέρες περίβλεπτοι τοῖς πολίταις γεγόνασι, ἀδελφαὶ γάμων τῶν προσηκόντων ἐννόμως τετυχήκασι καὶ τεύξονται, παῖδες ἐφόδιον εἰς τὴν πρὸς τὸν δῆμον εὔνοιαν εὔνοιαν Cobet. τὴν τῶν οὐκ ἀπολωλότων Column 10 ἀρετήν, οὐ γὰρ θεμιτὸν τούτου τοῦ ὀνόματος τυχεῖν τοὺς οὕτως ὑπὲρ καλῶν τὸν βίον ἐκλιπόντας, ἀλλὰ τῶν τὸ ζῆν εἰς αἰώνιον τάξιν μετηλλαχότων ἕξουσιν.
28 εἰ γὰρ ὁ τοῖς ὁ τοῖς Cobet. ἄλλοις ὢν ἀνιαρότατος ἀνιαρότατος Babington. θάνατος τούτοις ἀρχηγὸς μεγάλων ἀγαθῶν γέγονε, πῶς τούτους οὐκ εὐτυχεῖς κρίνειν δίκαιον, ἢ πῶς ἐκλελοιπέναι τὸν βίον, ἀλλʼ οὐκ ἐξ ἀρχῆς γεγονέναι καλλίω γένεσιν τῆς πρώτης ὑπαρξάσης; τότε μὲν γὰρ παῖδες ὄντες ἄφρονες ἦσαν, νῦν δʼ ἄνδρες ἀγαθοὶ γεγόνασιν.
29 καὶ τότε μὲν ἐν πολλῷ ἐν πολλῷ Babington: πολλῶν S. χρόνῳ καὶ διὰ πολλῶν κινδύνων τὴν ἀρετὴν ἀπέδειξαν· νῦν δʼ ἀπὸ ταύτης ἀρξαμένους ὑπάρχει ἀρξαμένους ὑπάρχει Kenyon: αξαθαι S: ᾁξαντας ἦν Jensen in add.: ὑπάρχει εὐθὺς Cobet. γνωρίμους πᾶσι καὶ μνημονευτοὺς διὰ ἀνδραγαθίαν γεγονέναι.
30 τίς γὰρ γὰρ add. Cobet. καιρὸς ἐν ᾧ τῆς τούτων ἀρετῆς οὐ μνημονεύσομεν; τίς τόπος ἐν ᾧ ζήλου καὶ τῶν ἐντιμοτάτων ἐπαίνων τυγχάνοντας οὐκ ὀψόμεθα; πότερον οὐκ ἐν τοῖς τῆς πόλεως ἀγαθοῖς; ἀλλὰ τὰ διὰ τούτους γεγονότα τίνας ἄλλους ἢ τούτους ἐπαινεῖσθαι καὶ μνήμης τυγχάνειν ποιήσει; ἀλλʼ οὐκ ἐν ταῖς ἰδίαις εὐπραξίαις; ἀλλʼ ἐν τῇ τούτων ἀρετῇ βεβαίως αὐτῶν ἀπολαύσομεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi