31
μικρὰ δὲ περὶ τῆς ἀντιγραφῆς εἰπών, ἑτέρας αἰτίας καὶ διαβολὰς Column 24 ἥκεις φέρων κατʼ αὐτοῦ, λέγων ὡς Φιλοκλεῖ τὴν θυγατέρα ἐδίδου καὶ Δημοτίωνος δίαιταν ἔλαβεν, καὶ ἄλλας τοιαύτας κατηγορίας, ἵνʼ ἐὰν μὲν ἀφέμενοιPost ἀφέμενοι excidisse οἱ ὑπὲρ αὐτοῦ ἀπολογούμενοι vel simile aliquid suspicatus est Kenyon. τῆς εἰσαγγελίας περὶ τῶν ἔξω τοῦ πράγματος κατηγορηθέντων ἀπολογῶνται, ἀπαντῶσιν αὐτοῖς οἱ δικασταί· τί ταῦθʼ ἡμῖν λέγετε; ἐὰν δὲ μηδένα λόγον περὶ αὐτῶν ποιῶνται, ὁ ἀγὼν αὐτοῖς χείρων γίγνηται. τῶν γὰρ κατηγορηθέντων τὸ μὴ λαβὸν ἀπολογίαν ὑπὸ τῇ ὀργῇ τῶν δικαστῶν καταλείπεται.
32
καὶ τὸ πάντων δεινότατον τῶν ἐν τῷ λόγῳ λεγομένων μένων ὑπὸ σοῦ, ὃ σὺ ᾤου λανθάνειν ὧν Column 25 ἕνεκα λέγεις, οὐ λανθάνων, ὁπότε παραφθέγγοιο ἐν τῷ λόγῳ πολλάκις, ὡς πλούσιός ἐστιν Εὐξένιππος, καὶ πάλιν διαλιπών, ὡς οὐκ ἐκ δικαίου πολλὴν οὐσίαν συνείλεκται· ἃ εἰς μὲν τὸν ἀγῶνα τοῦτον οὐδὲν δήπου ἐστίν, εἴτε πολλὰ οὗτος κέκτηται εἴτε ὀλίγα, τοῦ δὲ λέγοντος κακοηθία καὶ ὑπόληψις εἰς τοὺς δικαστὰς οὐ δικαία, ὡς ἄλλοθί που οὗτοι τὴν γνώμην ἂν σχοίησαν ἢ ἐπʼ αὐτοῦ τοῦ πράγματος, καὶ πότερον ἀδικεῖ ὑμᾶς ὁ κρινόμενος ἢ οὔ.
33
κακῶς μοικακῶς μοι Blass: κακῶς ἐμοὶ Cobet. δοκεῖς εἰδέναι, ὦ Πολύευκτε, ςύ τε σύ τε Cobet. καὶ οἱ ταὐτὰ γιγνώσκοντες,γιγνώσκοντες Muller. ὅτι οὔτε δῆμός οὔτε δῆμός Cobet. ἐστιν οὐδὲ εἷς οὐδὲ εἷς Blass. ἐν τῇ Column 26 οἰκουμένῃ οὔτε μόναρχος οὔτε ἔθνος μεγαλοψυχότερον τοῦ δήμου τοῦ Ἀθηναίων, τοὺς δὲ συκοφαντουμένους τῶν πολιτῶν ὑπό τινων ἢ καθʼ ἕνα ἢ ἅθρους οὐ προίεται ἀλλὰ βοηθεῖ.