29
Διοπείθη τὸν Σφήττιον, ὃς δεινότατος ἐδόκει ἐδόκει Schaefer: δόκει A. εἶναι τῶν ἐν τῇ πόλει· Φιλοκράτη τὸν Ἁγνούσιον, ὃς θρασύτατα καὶ ἀσελγέστατα τῇ πολιτείᾳ κέχρηται. τοῦτον εἰσαγγείλας ἐγὼ ὑπὲρ ὧν Φιλίππῳ ὑπηρέτει [αὶ] καὶ del. Blass:ὑπηρετήκει Schoemann. κατὰ τῆς πόλεως, εἷλον ἐν τῷ δικαστηρίῳ, καὶ τὴν εἰσαγγελίαν ἔγραψα δικαίαν καὶ ὥσπερ ὁ νόμος κελεύει, ῥήτορα ὄντα λέγειν μὴ τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων χρήματα λαμβάνοντα καὶ δωρεὰς παρὰ τῶν τἀναντία πραττόντων τῷ δήμῳ·
30
καὶ οὐδʼ οὕτως ἀπέχρησέ μοι τὴν Column 23 εἰσαγγελίαν ἂν ἂν del. Babington. δοῦναι, ἀλλʼ ὑποκάτω παρέγραψα· τάδʼ εἶπεν οὐ τὰ ἄριστα τῷ δήμῳ χρήματα λαβών, εἶτα τὸ ψήφισμα αὐτοῦ ὑπέγραψα· καὶ πάλιν, τάδε εἶπεν οὐ τὰ ἄριστα τῷ δήμῳ χρήματα λαβών, καὶ τὸ ψήφισμα παρέγραφον. καὶ ἔστι μοι πεντάκις ἢ ἑξάκις τοῦτο γεγραμμένον· δίκαιον γὰρ ᾤμην δεῖν τὸν ἀγῶνα καὶ τὴν κρίσιν ποιῆσαι. σὺ δʼ ἃ μὲν εἰπεῖν Εὐξένιππον φῂς οὐ τὰ ἄριστα τῷ δήμῳ, οὐκ εἶχες γράψαι εἰς τὴν εἰσαγγελίαν, ἰδιώτην δʼ ὄντα κρίνεις ἐν τῇ τοῦ ῥήτορος τάξει.