Thesauros Edebiyat Hitabet Κατὰ Φιλιππίδου

Κατὰ Φιλιππίδου

Κατὰ Φιλιππίδου Hyperides
12 ἔπειτα δέ, ὥσπερ τοῖς τῶν ψευδομαρτυρίων δὶς ἡλωκόσιν δεδώκατε ὑμεῖς τὸ τρίτον μὴ μαρτυρεῖν μηδʼ οἷς ἂν παραγένωνται, ἵνα μηδενὶ τῶν πολιτῶν ᾖ τὸ ὑμέτερον πλῆθος αἴτιον τοῦ ἠτιμῶσθαι, ἀλλʼ αὐτὸς αὑτῷ, ἂν μὴ παύηται τὰ ψευδῆ μαρτυρῶν, οὕτω καὶ τοῖς ἡλωκόσι παρανόμων ἔξεστιν μηκέτι γράφειν, εἰ δὲ μή, δῆλόν ἐστιν ὅτι ἰδίου τινὸς ἕνεκα τοῦτο ποιοῦσιν· ὥστε οὐκ οἴκτου οἱ τοιοῦτοι ἄξιοί εἰσιν, ἀλλὰ τιμωρίας.
13 ἵνα δὲ μὴ προθέμενος πρὸς ἀμφορέα ὕδατος εἰπεῖν μακρολογῶ, ὁ μὲν γραμματεὺς ὑμῖν ἀναγνώσεται τὴν γραφὴν πάλιν· ὑμεῖς δὲ τῶν τε κατηγορημένων Column 9 μεμνημένοι καὶ τῶν νόμων ἀκούσαντες ἀναγιγνωσκομένων, τά τε δίκαια καὶ τὰ συμφέροντα ὑμῖν αὐτοῖς ψηφίζεσθε.
← Önceki 6 / 6

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi