Thesauros Edebiyat Hitabet Ἀπολογία ὑπὲρ Λυκόφρονος

Ἀπολογία ὑπὲρ Λυκόφρονος

Ἀπολογία ὑπὲρ Λυκόφρονος Hyperides
13 οὐκοῦν οὐκοῦν Babington: οὔκουν Schneidewin. ἄλλην μὲν οὐδεμίαν τῶν ἐν τῇ πόλει γυναῖκα ἔχεις εἰπεῖν, ᾗτινι ἐγὼ τούτων αἴτιός εἰμι, περὶ ἧς δὲ νῦν τὴν κατηγορίαν πεποίησαι, πότερα ᾤουPostᾤου add. οὐ Kirchhoff. προσήκειν συνοικεῖν ἐκδεδομένην Χαρίππῳ, ἑνὶ τῶν πολιτῶν, ἢ ἀνέκδοτον ἔνδον καταγηράσκειν, ἣ εὐθὺς ἐξεδόθη τάλαντον ἀργυρίου προσθέντος αὐτῇ Εὐφήμου, δηλονότι οὐ διὰ πονηρίαν, ἀλλὰ διʼ ἐπιείκειαν;
14 τούτῳ μὲν οὖν ἔξεστιν, ὦὦ add. Babington, quod dubium an A supra versum habeat. ἄνδρες δικασταί, καὶ λέγειν ὅ τι ἂν βούληται καὶ καταψεύδεσθαι, ὑμᾶς δʼ οἶμαι δεῖν οὐκ ἐκ τῶν τοῦ κατηγόρου Column 12 διαβολῶν περὶ ἐμοῦ δικάζειν, ἀλλʼ ἐξ ἅπαντος τοῦ βίου ὃν βεβίωκα ἐξετάσαντας. λαθεῖν γὰρ τὸ πλῆθος τὸ ὑμέτερον οὐκ ἔνι οὔτε πονηρὸν ὄντα οὐδένα τῶν ἐν τῇ πόλει οὔτε ἐπιεικῆ, ἀλλʼ ὁ παρεληλυθὼς χρόνος μάρτυς ἐστὶν ἑκάστῳ τοῦ τρόπου ἀκριβέστατος, ἄλλως τε δὴ καὶ περὶ τούτων τῶν αἰτιῶν οἵα αὕτη ἐστίν.
15 ὅσα μὲν γὰρ τῶν ἀδικημάτων ἐν ἁπάσῃ τῇ ἡλικίᾳ τῇ τῇ Sauppe. τοῦ ἀνθρώπου ἐνδέχεταιἐνδέχεται usque adτοιοῦτος plerumque restituit Babington. ἀδικῆσαι, ταῦτα μὲν δεῖ σκοπεῖν ἀπʼ αὐτοῦ τοῦ ἐγκλήματοςἐγκλήματος Blass: ἀξιώματος Babington. οὗ ἂν ἔχῃ τις· μοιχεύειν δʼ οὐκ ἐνδέχεται ἀπὸ πεντήκοντα ἐτῶν ἄνθρωπον ἄνθρωπον olim Jensen: ἀρξάμενον Babington. ἀλλʼ ἢ πάλαι τοιοῦτόςSee note onἐενδέχεται above. ἐστιν, ὃ δειξάτωσαν οὗτοι, Column 13 ἢ ψευδῆ τὴν αἰτίαν εἰκὸς εἶναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi