Thesauros Edebiyat Hitabet Ἀπολογία ὑπὲρ Λυκόφρονος

Ἀπολογία ὑπὲρ Λυκόφρονος

Ἀπολογία ὑπὲρ Λυκόφρονος Hyperides
2 τοιοῦτο γὰρ ἐστι τὸ Ἀρίστωνος τουτουὶ πρᾶγμα· οὗτος οὗτος Shilleto: αὐτὸς Schneidewin. προσκαλεῖται μὲν περιὼν πάντας ἀνθρώπους, τῶν δʼ ὅσοι μὲν ἂν μὴ διδῶσιν αὐτῷ ἀργύριον, κρίνει καὶ κατηγορεῖ, ὁπόσοι δʼ ἂν ἐθέλωσιν ἀποτίνειν,ὁπόσοι et ἀποτίνειν Babington. ἀφίησιν, τὸ δʼ ἀργύριον ΘεομνήστῳἈρίστωνος usque ad Θεομνήστῳ plerumque restituit Schneidewin. δίδωσιν· ἐκεῖνος δὲ λαμβάνων ἀνδράποδα ἀγοράζει, καὶ παρέχει ὥσπερ τοῖς λῃσταῖς ἐπισιτισμόν, καὶ δίδωσι τούτῳ ὑπὲρ ἑκάστου τοῦ Column 3 ἀνδραπόδου ὀβολὸν τῆς ἡμέρας, ὅπως ἂν ᾖ ἀθάνατος συκοφάντης.
3 ἄξιον δʼ ἐστίν, ὦ ἄνδρες δικασταί, κἀκεῖθεν ἐξετάσαι τὸ πρᾶγμα, ἀφʼ ὧν ἐν τῷ δήμῳ τὸ πρῶτον αὐτοὶ εὐθὺς ᾐτιάσαντο. ἐμοὶ γὰρ οἱοἱ add. Schneidewin. οἰκεῖοι ἀπέστειλανἀπέστειλαν ἐπέστειλαν Blass. γράψαντες τήν τε εἰσαγγελίαν καὶ τὰς αἰτίας ἃς ἐν τῇ ἐκκλησίᾳ ᾐτιάσαντό με, ὅτε τὴν εἰσαγγελίαν ἐδίδοσαν, ἐν αἷς ἦν γεγραμμένον ὅτι Λυκοῦργος λέγει, φάσκων τῶν οἰκείων ἀκηκοέναι,οἰκείων ἀκηκοέναι Babington. ὡς ἐγὼ παρακολουθῶν, ὅτε Χάριππος ἐγάμει τὴν γυναῖκα, παρεκελευόμην αὐτῇ ὅπως μὴ πλησιάσει πλησιάσει Schneidewin: πλησιάσῃ A. Χαρίππῳ ἀλλὰ διαφυλάξει αὑτήν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi