Thesauros Edebiyat Hitabet Κατὰ Φιλοκλέους

Κατὰ Φιλοκλέους

Κατὰ Φιλοκλέους Dinarchus
15 ἀλλʼ ἔγωγε, νὴ τὸν Δία τὸν σωτῆρα, αἰσχύνομαι, εἰ προτραπέντας ὑμᾶς δεῖδεῖ A corr. ras.: δεῖν A pr. N. καὶ παροξυνθέντας ὑφʼ ἡμῶνἡμῶν A corr.: ὑμῶν A pr. N. ἐπὶ τὴν τοῦ νῦν εἰσεληλυθότοςεἰσεληλυθότος Blass (iam εἰσεληλυθότος [τὴν κρίσιν] Maetzner': ἐκλελοιπότος ΝΑ. τὴν κρίσιν τιμωρίαν ἐλθεῖν. [καὶ]καὶ del. Baiter. οὐκ αὐτόπται ἐστὲ τῶν ὑπὸ τούτου γεγενημένων ἀδικημάτων; καὶ ὁ μὲν δῆμος ἅπας οὔτʼ ἀσφαλὲς οὔτε δίκαιον νομίζων εἶναι παρακαταθέσθαι τοὺς ἑαυτοῦ παῖδας ἀπεχειροτόνησεν αὐτὸν ἀπὸ τῆς τῶν ἐφήβων ἐπιμελείας,
16 ὑμεῖς δʼ οἱ τῆς δημοκρατίας καὶ τῶν νόμων φύλακες, οἷςοἷς Reiske: οὓς codd.: οἷς et δικάσαι infra pro δικάσοντας Sauppe; sed inter φύλακες et ἐπέτρεψεν nonnihil excidisse videtur: post δικάσοντας lacunam indicavit Blass, qui οὓς retinuit: sensum ita supplet Reiske: οἷς ἡ τύχη . . . τὸ ὑπὲρ τοῦ δήμου ἀμύνεσθαι δικάσοντας ἐπέτρεψεν. ἡ τύχη καὶ ὁ κλῆρος ὑπὲρ τοῦτοῦ add. A corr. (2) δήμου δικάσοντας ἐπέτρεψεν, φείσεσθε τοῦ τοιαῦτα διαπεπραγμένου, καὶ τὸ πέρας ἔχοντες τῶν ἐν τῇ πόλει ἁπάντων δικαίων ἀτιμώρητον ἀφήσετε τὸν δωροδόκον καὶ πάντων τῶν γεγενημένων κακῶν αἴτιον, ὅς, ὅπερ καὶ μικρῷ πρότερον εἶπον, μόνος τῶν πονηρῶν πάντων τρὶς οὐχ ἅπαξ ἀποπέφανται, καὶ τρὶς ἤδη δικαίως [ἂν]ἂν add. Reiske. ἐζημιωμένος θανάτῳ κατὰ τὸ αὑτοῦ ψήφισμα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi