Thesauros Edebiyat Hitabet Κατὰ Φιλοκλέους

Κατὰ Φιλοκλέους

Κατὰ Φιλοκλέους Dinarchus
4 καὶ ὁ μὲν κοινὸς τῆς πόλεως νόμος, ἐάν τις ἑνὸςἑνὸς hic add. Blass (iam post ἐναντίον Bake): ἑνί τινι pro ἐναντίον Lipsius. ἐναντίον τῶν πολιτῶν ὁμολογήσας τι παραβῇ τοῦτον ἔνοχον εἶναι κελεύει τῷ ἀδικεῖν· ὁ δὲ πάντας Ἀθηναίους ἐξηπατηκώς, καὶ προδοὺς τὴν πίστιν ἣν παρʼ ὑμῶν οὐκ ἄξιος ὢν ἔλαβε, καὶ τὸ καθʼ αὑτὸν μέρος ἅπαντʼ ἀνατετροφὼς τὰ ἐν τῇ πόλει, οὗτος ἐπὶ τὴν ἀπολογίαν ἥκειν φήσει τὴν ὑπὲρ τῆς αἰτίας τῆς εἰς αὑτὸναὑτὸν Baiter et Sauppe: αὐτὸν codd. γεγενημένης;
5 ἐγὼ δέ, ὦ ἄνδρες,ἄνδρες Α: Ἀθηναῖοι Ν. εἰ δεῖ τἀληθῆ λέγειν — δεῖ δέ —, οὐοὐ Maetzner: οὐδὲ codd. τὰς ἀποφάσεις οἶμαι νῦν κρίνεσθαι, πότερον ἀληθεῖς εἰσιν ἢ ψευδεῖς αἱ κατὰ Φιλοκλέους γεγενημέναι, ἀλλὰ περὶ μόνηςμόνης Reiske: μὲν codd. τῆς τιμωρίας ὑμᾶς δεῖν τῆς ἐν τῷ ψηφίσματι γεγραμμένης δικάσαι νῦν, πότερα δεῖ χρημάτων τιμῆσαι τῷ τηλικαῦτα ἠδικηκότι τὴν πόλιν, ἢ θανάτῳ ζημιώσαντας, ὥσπερ οὗτος ἔγραψεν ἐν τῷ ψηφίσματι καθʼ αὑτοῦ, [ἢ]ἢ del. Reiske. δημεῦσαι τὴν οὐσίαν τὴν ἐκ τοιούτων λημμάτων συνειλεγμένην.
6 οἴεσθε τοῦτον νῦν πρῶτον ἐπὶ τούτων τῶν χρημάτων πονηρὸν γεγενῆσθαι, ἢ νῦν πρῶτον καθʼ ὑμῶν δῶρα εἰληφέναι; οὐκ ἔστι ταῦτα, ἀλλὰ πάλαι τοιοῦτος ὢν ἐλάνθανεν ὑμᾶς, καὶ ηὐτυχήκαθʼ ὅτιηὐτυχήκαθ’ ὅτι Vogel: ηὐτύχει καθότι Α: εὐτύχει καθότι Ν. οὐκ ἐν μείζοσι καιροῖς ἐπύθεσθε τὴν αἰσχροκέρδειαν αὐτοῦ· οὐ γάρ ἐστι χαλεπώτερον ἀνθρώπου τὴν αὑτοῦαὑτοῦ N corr. (2): αὐτὴν N pr. A, del. Maetzner. πονηρίαν ἀγνοουμένην ἔχοντος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi