Thesauros Edebiyat Hitabet Κατὰ Ἀριστογείτονος

Κατὰ Ἀριστογείτονος

Κατὰ Ἀριστογείτονος Dinarchus
17 ἔπειτʼ ἐν τοῖς νόμοις δώρων γραφὰς ποιήσαντες, καὶ κατὰ μόνου τούτου τῶν ἀδικημάτων δεκαπλασίαν ἐπιθέντεςἐπιθέντες Fuhr: ἐπιτιθέντες codd. τοῦ τιμήματος τὴν ἔκτισιν, ἡγούμενοι τὸν τιμὴν λαμβάνοντα τῶν ἐν τῷ δήμῳ ῥηθήσεσθαι μελλόντων λόγων, τοῦτον οὐχ ὑπὲρ τῶν τοῦ δήμου βελτίστων ἀλλʼ ὑπὲρ τῶν τοῖς δοῦσι συμφερόντων δημηγορεῖν· Ἀριστογείτονα τοίνυν ἡ βουλὴ ἀποπέφαγκε· πρὸς δὲ τούτοις ἀνακρίνοντεςἀνακρίνοντες (coll. ποιούμενοι 16) Blass: ἀνακρίναντες codd. τοὺς τῶν κοινῶν τι μέλλοντας διοικεῖν, τίς ἐστιἐστι Reiske: ἔσται codd. τὸν ἴδιον τρόπον, εἰ γονέας εὖ ποιεῖ, εἰ τὰς στρατείας ὑπὲρ τῆς πόλεως ἐστράτευται, εἰ ἱερὰἱερὰ] ἠρία Valesius. πατρῷά ἐστιν, εἰ τὰ τέλη τελεῖ·
18 ὧν οὐδὲν ἂν ἔχοι δεῖξαιδεῖξαι hic N: post αὑτῷ Α. συμβεβηκὸς Ἀριστογείτων αὑτῷ. ἀντὶ μὲν γὰρ τοῦ γονέας εὖ ποιεῖν κακῶς οὗτος τὸν ἑαυτοῦ πατέρα πεποίηκεν· ὅτε δʼ ὑμεῖς ἐστρατεύεσθε πάντες, οὗτος ἦν ἐν τῷ δεσμωτηρίῳ· τοσοῦτον δʼ ἀπολέλοιπε τοῦ πατρὸς μνῆμά τι ἔχειν, ὦ Ἀθηναῖοι, δεῖξαι, ὥστʼ οὐδʼ ἐν Ἐρετρίᾳ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος ἐκεῖ τὰ νομιζόμενα ἐποίησεν αὐτῷ· τῶν δʼ ἄλλων Ἀθηναίων εἰσφερόντων ἐκ τῶν ἰδίων, οὗτος οὐδὲοὐδὲ Ν: οὐδ’ ἐκ Α. τῶν δημοσίων καὶ ὧν ὦφλε τὸ ἀργύριον ἅπαν ἐκτέτεικεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi