Thesauros Edebiyat Hitabet Κατὰ Ἀριστογείτονος

Κατὰ Ἀριστογείτονος

Κατὰ Ἀριστογείτονος Dinarchus
15 ὅτι δῶρα καθʼ ὑμῶν ἐξηλέγχθησαν λαμβάνοντες, ἀλλʼ ἐτιμωρήσασθε, καὶ δικαίως, οἷς εἰ μὴ πάντα ἀλλὰ πολλά γε συνῇστεσυνῇστε Hirschig: σύνιστε codd. χρήσιμα πεπολιτευμένοιςπεπολιτευμένοις Ν: πολιτευομένοις Α.· τὸν δὲ κατάρατον τοῦτον, ὃς ἀγαθὸν μὲν ὑμᾶς οὐδεπώποτε πεποίηκενοὐδεπώποτε πεποίηκεν Maetzner: οὐδέποτε πεποίηκεν Ν: πεποίηκεν οὐδεπώποτε Α. ἐξ οὗ πρὸς τὴν πόλιν προσελήλυθε, κακὸν δʼ ὅ τι δυνατός ἐστιν, ἀφήσετε; καὶ τίς οὐκ ἂν ἐγκαλέσειεν ὑμῖν τοῖς τοῦτον προσδεχομένοιςπροσδεχομένοις Ν: δεχομένοις Α. σύμβουλον; ὅταν γὰρ ἄνθρωπος γνώριμον καὶ φανερὰνγνώριμον καὶ φανερὰν Reiske: γνώριμος καὶ φανερὸς codd. καὶ περιβόητον τὴν πονηρίαν παρὰ πᾶσι τοῖς πολίταις ἔχων ἐν ὑμῖνἐν ὑμῖν om. A. δημηγορῇ, τότε τοὺς ἀκούοντας ὑμᾶς οἱ περιεστηκότες θαυμάσουσι, πότεραπότερα Ν: πότερον Α. βελτίους οὐκ ἔχετε συμβούλους ἢ καὶ χαίρετε τῶν τοιούτων ἀκούοντες.
16 χρὴ δʼ, ὦ Ἀθηναῖοι, ὥσπερ οἱ πρῶτοι νομοθέται περὶ τῶν ἐν τῷ δήμῳ λεγόντων τοῖς προγόνοις ὑμῶνὑμῶν Ν: ἡμῶν Α. ἐνομοθέτησαν, οὕτω καὶ ὑμᾶς ζητεῖν ἀκούειν, ἵνα βελτίους τοὺς προσιόντας ὑμῖν ποιήσητε. πῶς οὖν ἐκεῖνοι περὶ τούτων ἐγίγνωσκον; πρῶτον μὲν καθʼ ἑκάστην ἐκκλησίανἐκκλησίαν add. Dobree. δημοσίᾳ κατὰ τῶν πονηρῶν ἀρὰς ποιούμενοι, εἴ τις δῶρα λαμβάνων μετὰ ταῦτα λέγει καὶ γιγνώσκει περὶ τῶν πραγμάτων, ἐξώλη τοῦτον εἶναι· ὧν οὗτος νῦν ἐστιν Ἀριστογείτων·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi