Thesauros Edebiyat Hitabet Κατὰ Ἀριστογείτονος

Κατὰ Ἀριστογείτονος

Κατὰ Ἀριστογείτονος Dinarchus
10 ἐκεῖ δʼ ὢν παρὰ τοῖς ἐκ τῶν ἄλλων ἀνθρώπων κακούργοις ἀπηγμένοιςἀπηγμένοις Wurm: ἀνηγμένοις codd. οὕτως εἶναι πονηρὸς ἔδοξεν, ὥστε μηδʼ ἐκεῖἐκεῖ Dobree: ἐκείνοις codd. τῶν ἴσων ἀξιοῦσθαι τοῖς ἄλλοις, ἀλλὰ κλέπτην ὥς φασι ληφθέντα τουτονὶ παρʼ ἐκείνοις, εἰ ἦν ἕτερός τις τόπος ἀνοσιώτερος ἵνα ἐξῆν ἀπάγειν τοὺς ἐκἐκ Α: ἐκ τοῦ Ν. δεσμωτηρίου κλέπτοντας, εἰς ἐκεῖνον ἂν τοῦτο τὸ θηρίον ἀπαχθῆναι; καὶ ταῦθʼ, ὅπερὅπερ Blass: ἅπερ codd. ἀρτίως εἶπον, τίς οὐκ οἶδε καταμαρτυρηθέντʼ Ἀριστογείτονος, ὅτʼ ἐμπορίου ἐπιμελητὴς λαχὼν ἀπεδοκιμάσθη ὑπὸ τῶν τότε δικαζόντων ἄρχειν ταύτην τὴνταύτην τὴν Baiter et Sauppe: αὐτὴν τὴν Ν: τὴν αὐτὴν Α. ἀρχήν;
11 ἔπειτʼ εἰρωνεύεσθε πρὸς ὑμᾶς αὐτούς, καὶ περὶ Ἀριστογείτονος μέλλοντες φέρειν τὴν ψῆφον ἐλεεῖτε, ὃς τὸν αὑτοῦ πατέρα κακῶς διατιθέμενον ὑπὸ τοῦτοῦ om. A. λιμοῦ οὐκ ἠλέησεν; ἔπειτα παρʼ ἡμῶν ἔτι λόγους ἀκούειν βούλεσθε περὶ τῆς Ἀριστογείτονος τιμήσεως, ὃν ἴστε ἀκριβῶς ὅτι δικαίως ἂν καὶ ἐκ τοῦ ἄλλου βίου καὶ ἐκ τῶν νῦν αὐτῷ πεπραγμένων τῆς ἐσχάτης τύχοι τιμωρίας;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi