Thesauros Edebiyat Hitabet Κατὰ Ἀριστογείτονος

Κατὰ Ἀριστογείτονος

Κατὰ Ἀριστογείτονος Dinarchus
25 καὶ μόνῳ τούτῳ προσέγραψαν τὴν αἰτίαν διʼ ἣν ὁ δῆμος ἐξέβαλεν αὐτὸν ἐκ τῆς πόλεως, γράψαντες διαρρήδην· Ἄρθμιον τὸν Πυθώνακτος τὸν Ζελείτην πολέμιον εἶναι τοῦ δήμου καὶ τῶν συμμάχων, αὐτὸν καὶ γένος, καὶ φεύγειν Ἀθήνας ὅτι τὸν ἐκ Μήδων χρυσὸν ἤγαγεν εἰς Πελοπόννησον. καίτοι εἰ τὸν ἐν Πελοποννήσῳ χρυσὸν ὁ δῆμος πολλῶν κακῶν αἴτιον ἡγεῖτο τοῖς Ἕλλησιν εἶναι, πῶς χρὴ ῥᾳθύμως ἔχειν ὁρῶντας ἐν αὐτῇαὐτῇ Dobree: ταύτῃ codd. τῇ πόλει δωροδοκίαν γιγνομένην; καί μοι σκοπεῖτε ταύτην τὴν στήλην.
26 Στήλη
26 καίτοι, ὦ Ἀθηναῖοι, τί ἂν οἴεσθʼ ἐκείνους τοὺς ἄνδρας ποιῆσαιποιῆσαι hic N: supra post οἴεσθε Α. λαβόντας ἢ στρατηγὸν ἢ ῥήτορα πολίτην ἑαυτῶν δῶρα δεχόμενον ἐπὶ τοῖς τῆς πατρίδος συμφέρουσιν, οἳ τὸν ἀλλότριον καὶ τῷ γένει καὶ τῇ φύσει τῆς Ἑλλάδος ἄνθρωπον οὕτω δικαίως καὶ σωφρόνως ἐξήλασαν [ἐκ Πελοποννήσου πάσης];ἐκ Πελοποννήσου πάσης del. Bekker. τοιγάρτοι τῆς πόλεως καὶ τῶν προγόνων ἀξίως ἐκινδύνευσαν πρὸς τὸν βάρβαρον.κατὰ ἀριστογείτονος subicit N: deesse quaedam putant Baiter et Sauppe.
← Önceki 12 / 12

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi