Thesauros Edebiyat Hitabet Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους Dinarchus
105 ὁρᾶτε, ὦ Ἀθηναῖοι, τί μέλλετε ποιεῖν. παρειλήφατε παρὰ τοῦ δήμου τὸ πρᾶγμα, τὸ γεγενημένον εἰδότος, εἰδότος Emperius: εἶδος codd.: ἤδη Ald. τιμωρίας δʼ ἕνεκα τῆς κατὰ τῶν ἐνόχων ὄντων ταῖς ἀποφάσεσιPost ἀποφάσεσι punctum habet Blass. Δημοσθένης εἰσάγεται πρῶτος. κατηγορήκαμεν ἡμεῖς, οὐδὲν οὐδὲν add. Reiske. οὐδενὶ καταχαρισάμενοι τῶν κοινῶν δικαίων.
106 πότερʼ ἀμελήσαντες τῶν γεγενημένων ἁπάντων ἀφήσετε τὸν πρῶτον εἰσεληλυθότα πρὸς ὑμᾶς, καὶ τὰ δίκαια [τὰ] τὰ del. Sauppe. παρὰ τῷ δήμῳ καὶ τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου δόξαντʼ εἶναι καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις, ταῦθʼ ὑμεῖς οἱ κύριοι πάντων λύσετε, καὶ τὴν πονηρίαν αὐτοὶ τὴν τούτων ἀναδέξεσθε;
107 ἢ πᾶσιν ἀνθρώποις παράδειγμα ἐξοίσετε κοινὸν ὑπὲρ τῆς πόλεως, ὅτι μισεῖτε τοὺς προδότας καὶ τοὺς χρημάτων ἕνεκα προϊεμένους τὰ τοῦ δήμου συμφέροντα; ταῦτα γὰρ ἅπαντʼ ἐστὶν ἐφʼ ὑμῖν νῦν, καὶ πεντακόσιοι καὶ χίλιοι ὄντες τὴν ἁπάσης τῆς πόλεως σωτηρίαν ἐν ταῖς χερσὶν ἔχετε, καὶ ἡ τήμερον ἡμέρα καὶ ἡ ὑμετέρα ψῆφος πολλὴν ἀσφάλειαν τῇ τῇ Α: ἐν τῇ Ν. πόλει καταστήσει τὰ δίκαια ὑμῶν ἐθελόντων κρίνειν, ἢ μοχθηρὰς ἐλπίδας ποιήσετε πάντας ἔχειν τοιαῦθʼ ὑμῶν ἔθη καθιστάντων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi