Thesauros Edebiyat Hitabet Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους Dinarchus
91 πολλοὺς οὗτος εἴρηκε εἴρηκε Dobree: ἐρεῖ codd., ret. Wurm. καὶ παντοδαποὺς λόγους, ὦ ἄνδρες, καὶ οὐδεπώποτε οὐδεπώποτε] οὐδέποτε Wurm. τοὺς αὐτούς. ὁρᾷ γὰρ ὑμᾶς τὸν ἅπαντα χρόνον ἐλπίσι κεναῖς καὶ ψευδέσι λόγοις ἐξηπατημένους ὑφʼ ἑαυτοῦ, καὶ μέχρι τούτου μνημονεύοντας τὰς ὑποσχέσεις μέχρι μέχρι Blass: μέχρις codd. ἂν ῥηθῶσιν. εἰ μὲν οὖν ἔτι δεῖ τὴν πόλιν τῆς Δημοσθένους πονηρίας καὶ ἀτυχίας ἀπολαύειν, ἵνα πλείω πλείω Ν: πλέον Α. κακοδαιμονῶμεν — οὐ οὐ Ν: οὐδὲ Α. γὰρ ἔχω τί ἄλλο εἴπω —,στερκτέον ἂν ἂν add. Bekker. εἴη τοῖς συμβαίνουσιν·
92 εἰ δέ τι δέ τι Baiter: δ’ ἔτι codd. κηδόμεθα τῆς πατρίδος καὶ τοὺς πονηροὺς καὶ δωροδόκους μισοῦμεν καὶ μετοιωνίσασθαι τὴν τύχην καὶ μεταλλάξασθαι βουλόμεθα, οὐ προετέον προετέον Wolf: προσεκτέον codd. ἐστὶν ὑμᾶς αὐτούς, ὦ Ἀθηναῖοι, ταῖς τοῦ μιαροῦ καὶ γόητος τούτου δεήσεσιν, οὐδὲ προσδεκτέον τοὺς οἴκτους καὶ τοὺς φενακισμοὺς τοὺς τοὺς add. Baiter et Sauppe. τούτου· ἱκανὴν γὰρ εἰλήφατε πεῖραν αὐτοῦ καὶ τῶν ἔργων καὶ τῶν λόγων καὶ τῆς τύχης.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi