88
οὐ γὰρ περὶ μικρῶν οὐδὲ τῶν τυχόντων ἐν τῇ τήμερον ἡμέρᾳ δικάζετε, ἀλλὰ περὶ σωτηρίας τῆς πόλεως ἁπάσης καὶ πρὸς τούτοις περὶ δωροδοκίας, ἔθους πονηροῦ καὶ πράγματος ἀλυσιτελοῦς ὑμῖν καὶ πάντας ἀνθρώπους ἀπολωλεκότος. ὃ ὃ add. Reiske. εἰ μέν, καθʼ ὅσον ἐστὲ δυνατοί, ἐκβαλεῖτʼ ἐκ τῆς πόλεως καὶ παύσετε τοὺς ῥᾳδίως καθʼ ὑμῶν χρήματα λαμβάνοντας, σωθησόμεθα θεῶν βουλομένων· εἰ δʼ ἐπιτρέψετε τοῖς ῥήτορσι πωλεῖν ὑμᾶς αὐτούς, περιόψεσθε τὴν πόλιν ἀνατραπεῖσαν ὑπὸ τούτων.
89
ἔγραψεν αὐτὸς ἐν τῷ δήμῳ Δημοσθένης, ὡς δηλονότι δικαίου τοῦ πράγματος ὄντος, φυλάττειν Ἀλεξάνδρῳ τὰ εἰς τὴν Ἀττικὴν ἀφικόμενα μετὰ Ἁρπάλου χρήματα. οὕτως οὖν, ὦ ἄριστε, εἰπέ μοι, φυλάξομεν, φυλάξομεν Α: φυλάξωμεν Ν. ἐὰν σὺ μὲν εἴκοσι τάλαντα λαβὼν ἔχῃς ἰδίᾳ, ἰδίᾳ Wurm: ἴδια codd. ἕτερος δὲ πεντεκαίδεκα, Δημάδης δʼ ἑξακισχιλίους χρυσοῦ στατῆρας, ἕτεροι δʼ ὅσα δή ποτε ἀποπεφασμένοι εἰσί; τέτταρα τέτταρα Α corr. (2): τετρακόσια Α pr. N: διακόσια Thalheim. γὰρ τάλαντʼ ἐστὶ καὶ ἑξήκοντα ἤδη εὑρημένα, ὧν οἴεσθε τὴν αἰτίαν τούτοις δεῖν τούτοις δεῖν (δεῖν post οἴεσθε iam Reiske) Blass: τουτοισὶν codd. ἀναθεῖναι.
90
καὶ πότερα κάλλιόν ἐστι, πρὸς δὲ δικαιότερον, ἅπαντʼ ἐν τῷ κοινῷ φυλάττεσθαι, ἕως ἄν τι δίκαιον ὁ δῆμος βουλεύσηται, ἢ τοὺς ῥήτορας καὶ τῶν στρατηγῶν ἐνίους διηρπακότας ἔχειν; ἐγὼ μὲν γὰρ οἶμαι τὸ μὲν ἐν τῷ κοινῷ φυλάττειν παρὰ πάντων ὁμολογούμενον εἶναι δίκαιον, τὸ δὲ τούτους ἔχειν μηδένʼ ἂν εἰπεῖν ὡς ἔστι καλῶς ἔχον.