Thesauros Edebiyat Hitabet Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους Dinarchus
66 τί γὰρ ἐροῦμεν, ὦ Ἀθηναῖοι, πρὸς τοὺς περιεστηκότας ἐξελθόντες ἐκ τοῦ δικαστηρίου, ἐάν, ὃ μὴ γένοιτο, παρακρουσθῆτε ὑπὸ τῆς τούτου γοητείας; τίσιν ὀφθαλμοῖς ἕκαστος ὑμῶν τὴν πατρῴαν ἑστίαν οἴκαδʼ ἀπελθὼν ἰδεῖν τολμήσει, τολμήσει Bekker: τολμήσειε Ν: τολμήσειεν Α. ἀπολελυκότες μὲν τὸν προδότην τὸν πρῶτον εἰς τὸν ἴδιον οἶκον εἰσενεγκάμενον τὸ δεδωροδοκημένον χρυσίον, κατεγνωκότες δὲ μηδὲν ἀληθὲς μήτε μήτε Bekker: μηδὲ codd. ζητεῖν μήθʼ εὑρίσκειν τὸ παρὰ πᾶσιν ἀνθρώποις εἶναι σεμνότατον νομιζόμενον συνέδριον;
67 τίνας δʼ, ὦ Ἀθηναῖοι, — σκοπεῖτε γὰρ πρὸς ὑμᾶς αὐτούς —, τίνας τὰς ἐλπίδας ἕξομεν, ἐὰν κίνδυνός τις καταλάβῃ τὴν πόλιν, τὸ μὲν δῶρα λαμβάνειν κατὰ τῆς πατρίδος ἀσφαλὲς εἶναι πεποιηκότες, τὸ δὲ τὴν φυλακὴν ἔχον συνέδριον τῆς πόλεως ἐν τοῖς τοιούτοις κινδύνοις ἀδόκιμον καταστήσαντες;
68 τί δʼ ἐάν — τιθῶμεν τί δ’ ἐάν, — τιθῶμεν Funkhaenel: τί δέ, ἀντιθῶμεν Α: τί δαὶ ἀντιθῶμεν Ν. γὰρ ταῦτα —, ἐὰν κατὰ τὸ ψήφισμα τὸ Δημοσθένους ἀπαιτῇ πέμψας ἡμᾶς Ἀλέξανδρος τὸ χρυσίον τὸ κομισθὲν εἰς τὴν χώραν ὑφʼ Ἁρπάλου, καὶ πρὸς τῷ γεγενῆσθαι τὴν τῆς βουλῆς ἀπόφασιν τοὺς παῖδας καταπέμψῃ πρὸς ἡμᾶς τοὺς νῦν ὡς ἑαυτὸν ἀνακεκομισμένους, καὶ τούτων ἀξιοῖ πυνθάνεσθαι τὴν ἀλήθειαν ἡμᾶς, ἡμᾶς Baiter et Sauppe: ὑμᾶς codd. πρὸς θεῶν, ὦ ἄνδρες, τί ἐροῦμεν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi