Thesauros Edebiyat Hitabet Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους

Κατὰ Δημοσθένους Dinarchus
53 εἶτʼ οὐ δεινόν, ὦ Ἀθηναῖοι, εἰ, ὅτι μὲν εἷς ἀνὴρ ἔφησε Πιστίας Ἀρεοπαγίτης ὢν ἀδικεῖν με, καταψευδόμενος κἀμοῦ κἀμοῦ Α corr. (2): κατ’ ἐμοῦ A pr. N. καὶ τῆς βουλῆς, ἴσχυσεν ἂν τὸ ψεῦδος τῆς ἀληθείας μᾶλλον, εἰ εἰ Gebauer: καὶ codd. διὰ τὴν ἀσθένειαν τὴν τότε καὶ τὴν ἐρημίαν τὴν ἐμὴν ἐπιστεύθησαν αἱ κατʼ ἐμοῦ ψευδεῖς γενόμεναι γενόμεναι Blass: γινόμεναι codd. κατασκευαί· ἐπειδὴ δὲ τἀληθὲς παρὰ πάσης τῆς ἐξ Ἀρείου πάγου βουλῆς ὁμολογεῖται, Δημοσθένην εἰληφέναι εἴκοσι τάλαντα χρυσίου καθʼ ὑμῶν καὶ ταῦτα πεποιηκότʼ ἀδικεῖν, καὶ ὁ δημαγωγὸς ὑμῖν, ἐν ᾧ τὰς ἐλπίδας ἔχουσί τινες,
54 ἐπʼ αὐτοφώρω χρήματα λαμβάνων εἴληπται, νῦν τὰ νόμιμα τἀκεῖθεν καὶ τὰ δίκαια καὶ τἀληθῆ ἀσθενέστερα γενήσεται τῶν Δημοσθένους λόγων, καὶ ἰσχύσει μᾶλλον τῆς ἀληθείας ἡ παρὰ τούτου ῥηθησομένη κατὰ τοῦ συνεδρίου διαβολή, ὡς ἄρα πολλοὺς ἡ βουλὴ ἀποπέφαγκεν ἀδικεῖν τὸν δῆμον, οἳ ἀποπεφεύγασιν εἰσελθόντες εἰς τὸ δικαστήριον, καὶ ἡ βουλὴ ἐπʼ ἐνίων τὸ πέμπτον μέρος οὐ μετείληφε τῶν ψήφων; τοῦτο δὲ ὃν τρόπον γίγνεται, ῥᾳδίως ἅπαντες μαθήσεσθε.
55 ἡ βουλή, ὦ ἄνδρες, ζητεῖ τὰ προσταχθένθʼ ὑφʼ ὑμῶν καὶ τὰ γεγενημένα παρʼ αὑτοῖς αὑτοῖς Bekker: αὐτοῖς codd. ἀδικήματʼ οὐχ ὡς ὑμεῖς — καί μοι μὴ ὀργισθῆτε — δικάζειν ἐνίοτε εἴθισθε, τῇ σῇ γνώμῃ πλέον ἢ τῷ δικαίῳ ἀπονέμοντες, ἀλλʼ ἁπλῶς τὸν ἔνοχον ὄντα τοῖς ζητουμένοις ἀποφαίνει ἀποφαίνει add. Wolf. καὶ τὸν ὁποιονοῦν ἠδικηκότα παρὰ παρὰ add. Blass. τὰ πάτρια, νομίζουσα τὸν ἐν τοῖς μικροῖς συνεθιζόμενον ἀδικεῖν τοῦτον τὰ μεγάλα τῶν ἀδικημάτων εὐχερέστερον προσδέξεσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi