41
οὐκ αἰσχύνεσθε, ἄνδρες Ἀθηναῖοι, τὴν κατὰ Δημοσθένους τιμωρίαν ἐκ τῶν ἡμετέρων λόγων μόνων ἡγούμενοι δεῖν κρίνειν; οὐκ ἴστε τοῦτον αὐτοὶ δωροδόκον ὄντα καὶ κλέπτην καὶ προδότην τῶν τῶν om. A. φίλων, καὶ τῆς πόλεως ἀνάξιον καὶ αὐτὸν καὶ τὴν περὶ τοῦτον τύχην γεγενημένην; ἀπὸ ποίων ψηφισμάτων οὗτος ἢ ποίων νόμων οὐκ εἴληφεν ἀργύριον;
42
εἰσί τινες ἐν τῷ δικαστηρίῳ τῶν ἐν τοῖς τριακοσίοις γεγενημένων, ὅθʼ οὗτος ἐτίθει τὸν περὶ τῶν τριηράρχων νόμον; οὐ φράσετε τοῖς πλησίον ὅτι τρία τάλαντα λαβὼν μετέγραφε καὶ μετεσκεύαζε τὸν νόμον καθʼ ἑκάστην ἐκκλησίαν, καὶ τὰ μὲν ἐπώλει ὧν εἰλήφει τὴν τιμήν, τὰ δʼ ἀποδόμενος οὐκ ἐβεβαίου;
43
εἴπατέ μοι πρὸς Διός, ὦ ἄνδρες, προῖκα τοῦτον οἴεσθε γράψαι Διφίλῳ τὴν ἐν πρυτανείῳ σίτησιν, καὶ τὴν εἰς τὴν ἀγορὰν ἀνατεθησομένην ἀνατεθησομένην Reiske: ἀναθησομένην codd. εἰκόνα; ἢ τὸ ποιῆσαι πολίτας ὑμετέρους ὑμετέρους (coll. 44) Blass: ὑμᾶς codd. Χαιρέφιλον καὶ Φείδωνα καὶ Πάμφιλον καὶ Φείδιππον, Φείδιππον Bergk: Φίλιππον codd. ἢ πάλιν Ἐπιγένην καὶ Κόνωνα τοὺς τραπεζίτας; ἢ τὸ χαλκοῦς ἐν ἀγορᾷ στῆσαι Βηρισάδην Βηρισάδην Ald.: Βιρισάδην codd.: Παιρισάδην Thalheim. καὶ Σάτυρον καὶ Γόργιππον τοὺς ἐκ τοῦ Πόντου ἐκ τοῦ Πόντου Baiter: ἐκ τούτων codd.: ἐχθίστους Ald. τυράννους, παρʼ ὧν αὐτῷ χίλιοι μέδιμνοι μέδιμνοι Gibbon: μόδιοι codd. τοῦ ἐνιαυτοῦ πυρῶν ἀποστέλλονται τῷ οὐδʼ ὅποι ὅποι Ν: ὅπῃ Α. καταφύγῃ αὐτίκα φήσοντι εἶναι;