36
ἐκ τῶν δακτύλων ἀναψάμενος περιεπορεύετο, τρυφῶν ἐν τοῖς τῆς πόλεως κακοῖς, καὶ ἐπὶ φορείου κατακομιζόμενος τὴν εἰς Πειραιᾶ ὁδόν, καὶ τὰς τῶν πενήτων ἀπορίας ὀνειδίζων. εἶθʼ οὗτος εἰς τοὺς μέλλοντας ὑμῖν καιροὺς ἔσται χρήσιμος, παραβεβηκὼς ἅπαντας τοὺς παρεληλυθότας; τοιούτων, ὦ δέσποινʼ Ἀθηνᾶ καὶ Ζεῦ σῶτερ, συμβούλων καὶ ἡγεμόνων ὤφελον τυχεῖν οἱ πολεμήσαντες τῇ πόλει, τῇ πόλει Stephanus: τὴν πόλιν codd. καὶ μηδεπώποτε μηδεπώποτε Blass: μηδέποτε codd. βελτιόνων.
37
οὐκ ἀναμνήσεσθε, ὦ ἄνδρες, τὰς τῶν πρεσβυτέρων πράξεις; οἳ μεγάλων καὶ πολλῶν κινδύνων καταλαμβανόντων τὴν πόλιν ἀξίως τῆς πατρίδος καὶ τῆς αὐτῶν ἐλευθερίας καὶ τῆς δόξης τῆς δικαίας δικαίας] παλαιᾶς Bekker: alii alia. ὑπὲρ τῶν τοῦ δημοσίου συμφερόντων ἐκινδύνευσαν; ὧν τοὺς μὲν ἀρχαίους ἐκείνους μακρὸν ἂν εἴη λέγειν, Ἀριστείδην καὶ Θεμιστοκλέα, τοὺς ὀρθώσαντας τὰ τείχη τῆς πόλεως καὶ τοὺς φόρους εἰς ἀκρόπολιν ἀνενεγκόντας παρʼ ἑκόντων καὶ βουλομένων τῶν Ἑλλήνων·
38
ἀλλὰ ταυτὶ τὰ μικρὸν πρὸ τῆς ἡμετέρας ἡλικίας γεγενημένα ὑπὸ Κεφάλου τοῦ ῥήτορος καὶ Θράσωνος τοῦ Ἑρχιέως Ἑρχιέως Weidner: Ἐρχιέως codd. καὶ Ἠλείου Ἠλείου Reiske: Ἠλιοῦ ΝΑ. καὶ καὶ add. Bergk. Φορμισίου καὶ ἑτέρων ἀνδρῶν ἀγαθῶν, ὧν ἐνίων ἔτι καὶ νῦν ζῇ τὰ σώματα. τούτων γὰρ οἱ μὲν φρουρουμένης ὑπὸ Λακεδαιμονίων τῆς Καδμείας βοηθήσαντες τοῖς εἰς Θήβας κατιοῦσι τῶν φυγάδων τοῖς ἰδίοις κινδύνοις ἠλευθέρωσαν πόλιν ἀστυγείτονα καὶ πολὺν χρόνον δουλεύουσαν,