19
ὅπου δὲ πρῶτον μὲν αὐτοὶ οἱ κατήγοροι ὁμολογοῦσι μὴ ἐκ προνοίας μηδʼ ἐκ παρασκευῆς γενέσθαι τὸν θάνατον τῷ παιδί, ἔπειτα τὰ πραχθέντα φανερῶς ἅπαντα πραχθῆναι καὶ ἐναντίον μαρτύρων πολλῶν, καὶ ἀνδρῶν καὶ παίδων, καὶ ἐλευθέρων καὶ δούλων, ἐξ ὧνπερἐπίσταιντο Maetzner: ἠπίσταντο codd. καὶ εἴ τίς τι ἠδίκηκε, φανερώτατος ἂν ἂν Α: τ’ ἂν Ν. εἴη, καὶ εἴ τις μὴ ἀδικοῦντα αἰτιῷτο, μάλιστʼ ἂν μάλιστ’ ἂν Sauppe: μάλιστα codd. ἐξελέγχοιτο.
20
ἄξιον δʼ ἐνθυμηθῆναι, ὦ ἄνδρες, ἀμφότερα καὶ τῆς γνώμης τῶν ἀντιδίκων καὶ οἵῳ τρόπῳ ἔρχονται ἐπὶ τὰ πράγματα. ἐξ ἀρχῆς γὰρ οὐδὲν ὁμοίως οὗτοί τε πρὸς ἐμὲ πράττουσι καὶ ἐγὼ πρὸς τούτους.
21
ἔλεξε μὲν γὰρ Φιλοκράτης οὑτοσὶ ἀναβὰς εἰς τὴν ἡλιαίαν ἡλιαίαν Taylor: ἡλιακὴν codd. τὴν τῶν θεσμοθετῶν, τῇ ἡμέρᾳ ᾗ ὁ παῖς ἐξεφέρετο, ὅτι ἀδελφὸν αὐτοῦ ἀποκτείναιμι ἐγὼ ἐν τῷ χορῷ, φάρμακον ἀναγκάσας πιεῖν. ἐπειδὴ δὲ οὗτος ταῦτʼ ἔλεγεν, ἀναβὰς ἐγὼ εἰς τὸ δικαστήριον τοῖς αὐτοῖς δικασταῖς ἔλεξα ὅτι τὸν μὲν νόμον οὐ δικαίως μου προκαθισταίη οὐ δικαίως μου προκαθισταίη Thalheim: οὐ δίκαιον οὐ προκαθῆσθαι εἰ Α: οὐ δίκαιον οὐ προκάθισται ἢ Ν. Φιλοκράτης κατηγορῶν καὶ διαβάλλων εἰς τὸ δικαστήριον, μελλόντων ἔσεσθαί μοι ἀγώνων πρὸς Ἀριστίωνα καὶ Φιλῖνον αὔριον καὶ καὶ Maetzner: τῇ codd. ἕνῃ, ἕνῃ Taylor: ἔννη Α, ἔνῃ Ν. ὧνπερ ἕνεκα τοὺς λόγους τούτους λέγοι· λέγοι Ν: λέγει Α.