17
αἰτιῶνται δὲ οὗτοι μὲν ἐκ τούτων, ὡς αἴτιος ὃςαἴτιος ὃς Sauppe: οὗτος codd. ἐκέλευσεἐκέλευσε Baiter: κελεύσειε codd. πιεῖν τὸν παῖδα τὸ φάρμακον ἢ ἠνάγκασεν ἢ ἔδωκεν· ἐγὼ δὲ ἐξ αὐτῶν τούτων ὧν αἰτιῶνται οὗτοι ἀποφανῶ ὅτι οὐκ ἔνοχός εἰμι· οὔτε γὰρ ἐκέλευσα οὔτʼ ἠνάγκασα οὔτʼ ἔδωκαοὔτ’ ἠν. οὔτ ἔδ. Dobree: οὔτ’ ἔδ. οὔτ’ ἠν. codd.· καὶ ἔτι προστίθημιἔτι προστίθημι Ald.: ἐπιπροστίθημυι codd. αὐτοῖς ὅτι οὐ παρεγενόμην πίνοντι. καὶ εἴ φασιν ἀδικεῖν εἴ τις ἐκέλευσεν,verbaἐκέλευσεν ... ἀδικεῖν εἴ τις om. Ν. ἐγὼ οὐκ ἀδικῶ· οὐ γὰρ ἐκέλευσα. καὶ εἴ φασιν ἀδικεῖν εἴ τις ἠνάγκασεν, ἐγὼ οὐκ ἀδικῶ· οὐ γὰρ ἠνάγκασα. καὶ εἰ τὸν δόντα τὸ φάρμακόν φασιν αἴτιον εἶναι, ἐγὼ οὐκ αἴτιος· οὐ γὰρ ἔδωκα.
18
αἰτιάσασθαι μὲν οὖν καὶ καταψεύσασθαι ἔξεστι τῷ βουλομένῳ· αὐτὸς γὰρ ἕκαστος τούτου κρατεῖ· γενέσθαι μέντοι τὰ μὴ γενόμενα καὶ ἀδικεῖν τὸν μὴ ἀδικοῦντα οὐκ ἐν τοῖς τούτων λόγοις ἡγοῦμαι εἶναι, ἀλλʼ ἐν τῷ δικαίῳ καὶ τῷ ἀληθεῖ. ὁπόσα μὲν γὰρ λάθρᾳ πράττεται καὶ ἐπὶ θανάτῳ βουλευθέντα, ὧν μή εἰσι μάρτυρες, ἀνάγκη περὶ τῶν τοιούτων ἐξ αὐτῶν τῶν λόγων τῶν τε τοῦ κατηγόρου καὶ τοῦ ἀποκρινομένου τὴν διάγνωσιν ποιεῖσθαι καὶ θηρεύειν καὶ ἐπὶ σμικρὸν ὑπονοεῖν τὰ λεγόμενα, καὶ εἰκάζοντας μᾶλλον ἢ σάφα εἰδότας ψηφίζεσθαι περὶ τῶν πραγμάτων·