Thesauros Edebiyat Hitabet Περὶ τοῦ χορευτοῦ

Περὶ τοῦ χορευτοῦ

Περὶ τοῦ χορευτοῦ Antiphon ca. 480-411 B.C
8 ἐγὼ δὲ ἀξιῶ πρῶτον μὲν περὶ αὐτοῦ τοῦ πράγματος ἀποκρίνεσθαι,ἀποκρίνεσθαι Reiske: κρίνεσθαι codd. καὶ διηγήσασθαι ἐν ὑμῖν τὰ γενόμενα πάντα· ἔπειτα περὶ τῶν ἄλλων ὧν οὗτοι κατηγοροῦσιν, ἐὰν ὑμῖν ἡδομένοις, βουλήσομαι ἀπολογήσασθαι. ἡγοῦμαι γὰρ ἐμοὶἐμοὶ Rosenthal: μοι Ν, om. A pr. τιμὴν καὶ ὠφέλειαν αὐτὰ οἴσειν, τοῖς δὲ κατηγόροις καὶ τοῖς ἐπηρεάζουσιν αἰσχύνην· ἐπεί τοί γε καὶ δεινόν, ὦ ἄνδρες· ἵνα μὲν ἐξῆνἐξῆν Ald.: ἐξῆ codd. αὐτοῖς,
9 εἴ τι ἠδίκουν ἐγὼ τὴν πόλιν ἢ ἐν χορηγίᾳ ἢ ἐν ἄλλοις τισίν, ἀποφήνασι καὶ ἐξελέγξασιν ἄνδρα τε ἐχθρὸν τιμωρήσασθαιτιμωρήσασθαι Ald.: τιμωρήσεσθαι codd. καὶ τὴν πόλιν ὠφελῆσαι, ἐνταῦθα μὲν οὐδεὶς πώποτε οἷός τε ἐγένετο αὐτῶν οὔτε μικρὸν οὔτε μέγα ἐξελέγξαιἐξελέγξαι Ν· ἐλέγξαι Α. ἀδικοῦντα τόνδε τὸν ἄνδρα τὸ πλῆθος τὸ ὑμέτερον· ἐν δὲ τούτῳ τῷ ἀγῶνι, φόνου διώκοντες καὶ τοῦ νόμου οὕτως ἔχοντος, εἰς αὐτὸ τὸ πρᾶγμα κατηγορεῖν, μηχανῶνται ἐπʼ ἐμοὶἐπ’ ἐμοὶ Blass, coll. 36, 48:ἐπ’ ἐμὲ codd. λόγους ψευδεῖς συντιθέντες καὶ διαβάλλοντες τὰ εἰς τὴν πόλιν. καὶ τῇ μὲν πόλει, εἴπερεἴπερ Blass: εἰ μὲν codd. ἀδικεῖται, κατηγορίαν ἀντὶ τιμωρίας ἀπονέμουσιν, αὐτοὶ δὲ οὗοὗ Thalheim: ὧ Α, ᾧ Ν. τὴν πόλιν φασὶν ἀδικεῖσθαι, τούτου ἰδίᾳτούτου ἰδίᾳ Bekker: τουτουὶ δὴ A corr. N:τούτου εἰ δεῖ A pr. ἀξιοῦσι δίκην λαμβάνειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi