Thesauros Edebiyat Hitabet Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου Antiphon ca. 480-411 B.C
22 οὔτʼ αὖ ἐγὼ ἄνευ προφάσεως ἱκανῆς φαίνομαι τὸν πλοῦν ποιησάμενος εἰς τὴν Αἶνον, οὔτε κατασχόντες εἰς τὸ χωρίον τοῦτο ἀπὸ παρασκευῆς οὐδεμιᾶς, ἀλλʼ ἀνάγκῃ χρησάμενοι· οὔτʼ αὖ ἐπειδὴ ὡρμισάμεθα, ἡ μετέκβασις καθ’ αὑτὸν Stephanus: κατ’ αὐτὸν codd. ἐγένετο εἰς τὸ ἕτερον πλοῖον οὐδενὶ μηχανήματι οὐδʼ ἀπάτῃ, ἀλλʼ ἀνάγκῃ καὶ τοῦτο ἐγίγνετο. ἐν ᾧ μὲν γὰρ ἐπλέομεν, ἀστέγαστον ἦν τὸ πλοῖον, εἰς ὃ δὲ μετέβημεν, ἐστεγασμένον· τοῦ δὲ ὑετοῦ ἕνεκα ταῦτʼ ἦν. τούτων δʼ ὑμῖν μάρτυρας μετέκβασις A corr. N:μετάβασις A. παρέξομαι.
23 Μάρτυρες
23 ἐπειδὴ δὲ μετεξέβημεν μετεξέβημεν A: μετέβημεν N. εἰς τὸ ἕτερον πλοῖον, ἐπίνομεν. καὶ ὁ μέν ἐστι φανερὸς ἐκβὰς ἐκ τοῦ πλοίου καὶ οὐκ εἰσβὰς πάλιν· ἐγὼ δὲ τὸ παράπαν οὐκ ἐξέβην ἐκ ἐκ om. N. τοῦ πλοίου τῆς νυκτὸς ἐκείνης. τῇ δʼ ὑστεραίᾳ, ἐπειδὴ ἀφανὴς ἦν ὁ ἀνήρ, ἐζητεῖτο οὐδέν τι μᾶλλον ὑπὸ τῶν ἄλλων ἢ καὶ ὑπʼ ἐμοῦ· καὶ εἴ τῳ τῶν ἄλλων ἐδόκει δεινὸν εἶναι, καὶ ἐμοὶ ὁμοίως. καὶ εἴς τε τὴν Μυτιλήνην ἐγὼ αἴτιος ἦ πεμφθῆναι ἄγγελον, καὶ τῇ ἐμῇ γνώμῃ ἐπέμπετο.
24 καὶ ἄλλου οὐδενὸς ἐθέλοντος βαδίζειν, οὔτε τῶν ἀπὸ τοῦ πλοίου οὔτε τῶν αὐτῷ τῷ Ἡρῴδῃ συμπλεόντων, ἐγὼ τὸν ἀκόλουθον τὸν ἐμαυτοῦ πέμπειν ἕτοιμος ἦ· καίτοι οὐ δήπου γε κατʼ ἐμαυτοῦ μηνυτὴν ἔπεμπον εἰδώς. ἐπειδὴ δὲ ὁ ἀνὴρ οὔτε ἐν τῇ Μυτιλήνῃ ἐφαίνετο ζητούμενος οὔτʼ ἄλλοθι οὐδαμοῦ, πλοῦς τε ἡμῖν ἐγίγνετο, καὶ τἆλλʼ ἀνήγετο πλοῖα ἅπαντα, ᾠχόμην κἀγὼ πλέων. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρασχήσομαι.
25 Μάρτυρες

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi