Thesauros Edebiyat Hitabet Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου Antiphon ca. 480-411 B.C
19 οὑτωσὶ μὲν δὴ πολλοῖς ἐλασσωθεὶς ἐλασσωθεὶς A pr. N:ἔλος σωθεὶςA corr.:ἕλος σωθεὶς deteriores. τῶν νόμων τῶν ὑμετέρων καὶ τοῦ δικαίου καθέστηκα εἰς τὸν ἀγῶνα· ὅμως μέντοι γε καὶ ἐκ τούτων πειράσομαι ἐμαυτὸν ἀναίτιον ἐπιδεῖξαι. καίτοι χαλεπόν γε τὰ ἐκ πολλοῦ κατεψευσμένα καὶ ἐπιβεβουλευμένα, ταῦτα παραχρῆμα ἀπελέγχειν· ἃ γάρ τις μὴ προσεδόκησεν, οὐδὲ φυλάξασθαι ἐγχωρεῖ.
20 ἐγὼ δὲ τὸν μὲν πλοῦν ἐποιησάμην ἐκ τῆς Μυτιλήνης, ὦ ἄνδρες, ἐν τῷ πλοίῳ πλέων ᾧ Ἡρῴδης οὗτος, ὅν φασιν ὑπʼ ἐμοῦ ἀποθανεῖν· ἐπλέομεν δὲ εἰς τὴν Αἶνον, ἐγὼ μὲν ὡς τὸν πατέρα—ἐτύγχανε γὰρ ἐκεῖ ὢν τότε—ὁ δʼ Ἡρῴδης ἀνδράποδα Θρᾳξὶν ἀνθρώποις ἀπολύσων. συνέπλει δὲ τά τε ἀνδράποδα ἃ ἔδει αὐτὸν ἀπολῦσαι, καὶ οἱ Θρᾷκες οἱ λυσόμενοι. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρέξομαι.
21 Μάρτυρες
21 ἡ μὲν πρόφασις ἑκατέρῳ τοῦ πλοῦ αὕτη· ἐτύχομεν δὲ χειμῶνί τινι χρησάμενοι, ὑφʼ οὗ ἠναγκάσθημεν κατασχεῖν εἰς τῆς Μηθυμναίας τι χωρίον, μάρτυρας Reiske: μαρτυρίας codd. οὗ τὸ πλοῖον ὥρμει τοῦτο εἰς ὃ μετεκβάντα μετεκβάντα A corr. N:μεταβάντα A. φασὶν ἀποθανεῖν αὐτόν , τὸν Ἡρῴδην. τὸν Ἡρῴδην secl. Reiske.
21 καὶ πρῶτον μὲν αὐτὰ ταῦτα σκοπεῖτε, ὅτι οὐ τῇ ἐμῇ προνοίᾳ ὅτι οὐ τῇ ἐμῇ πρ. Jebb: ὅτι οὐ προνοίᾳ Maetzner: ὅτι μὴ μᾶλλον ἐγίγνετο ἢ τύχῃ. οὔτε γὰρ πείσας τὸν ἄνδρα οὐδαμοῦ ἀπελέγχομαι σύμπλουν μοι γενέσθαι, ἀλλʼ αὐτὸς καθʼ αὑτὸνcodd. τὸν πλοῦν πεποιημένος ἕνεκα πραγμάτων ἰδίων·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi