95
ῥᾷστον δέ τοί ῥᾷστον δέ τοι Dobree: ἀραῖς τῶν δέτοι A om. N, qui lacunam hic habet. ἐστιν ἀνδρὸς περὶ θανάτου φεύγοντος τὰ ψευδῆ καταμαρτυρῆσαι. ἐὰν γὰρ τὸ παραχρῆμα μόνον πείσωσιν ὥστε ἀποκτεῖναι, ἅμα τῷ σώματι καὶ ἡ τιμωρία ἀπόλωλεν. οὐδὲ γὰρ οἱ φίλοι ἔτι θελήσουσιν ὑπὲρ ἀπολωλότος τιμωρεῖν· ἐὰν δὲ καὶ βουληθῶσιν, τί ἔσται πλέον τῷ γε ἀποθανόντι;
96
νῦν μὲν οὖν ἀποψηφίσασθέ μου· ἐν δὲ τῇ τοῦ φόνου δίκῃ οὗτοί τε τὸν νομιζόμενον ὅρκον διομοσάμενοι ἐμοῦ κατηγορήσουσι, καὶ ὑμεῖς περὶ ἐμοῦ κατὰ τοὺς κειμένους νόμους διαγνώσεσθε, καὶ ἐμοὶ οὐδεὶς λόγος ἔσται ἔσται A: ἐστὶ N. ἔτι, ἐάν τι πάσχω, ὡς παρανόμωςπαρανόμως Reiske: παράνομος codd. ἀπωλόμην.
96
ταῦτά τοι δέομαι ὑμῶν, οὔτε τὸ ὑμέτερον εὐσεβὲς παριεὶς παριεὶς Fuhr: παρεὶς codd. οὔτε ἐμαυτὸν ἀποστερῶν τὸ δίκαιον· ἐν δὲ τῷ ὑμετέρῳ ὅρκῳ καὶ ἡ ἐμὴ σωτηρία ἔνεστι. πειθόμενοι δὲ τούτων ὅτῳ βούλεσθε, ἀποψηφίσασθέ μου.