Thesauros Edebiyat Hitabet Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου

Περὶ τοῦ Ἡρῷδου φόνου Antiphon ca. 480-411 B.C
71 οὕτως ἀγαθόν ἐστι μετὰ τοῦ χρόνου βασανίζειν τὰ πράγματα. καὶ τοῦτʼ ἴσως ἂν ἂν om. N. φανερὸν γένοιτʼ ἂν ὕστερον, ὅτῳ τρόπῳ τέθνηκεν ὁ ἄνθρωπος. μὴ οὖν ὕστερον τοῦτο γνῶτε, ἀναίτιόν με ὄντα ἀπολέσαντες, ἀλλὰ πρότερόν γʼ εὖ βουλεύσασθε, καὶ μὴ μετʼ μὴ μετʼ vulg.: μήτε μετʼ AN. ὀργῆς καὶ διαβολῆς, ὡς τούτων οὐκ ἂν γένοιντο ἕτεροι πονηρότεροι σύμβουλοι.
72 οὐ γὰρ ἔστιν ὅ τι ἂν ἂν add. Stobaeus, Flor. xx. 44, qui verbaοὐ γὰρ ἔστιν...διαφθείρει τοῦ ἀνθρώπου affert. idemεὖ γνοίν· ἂν γνοίη codd. ὀργιζόμενος ἄνθρωπος εὖ γνοίη· αὐτὸ γὰρ ᾧ ᾧ] ὃ Stobaeus. βουλεύεται, τὴν γνώμην, διαφθείρει τοῦ ἀνθρώπου. μέγα τοι ἡμέρα παρʼ ἡμέραν γιγνομένη ἡμέρα ... γιγνομένη Stephanus: ἡμέραν ... γιγνομένην codd. γνώμην, ὦ ἄνδρες, ἐξ ὀργῆς μεταστῆσαι μεταστῆσαι Stephanus: μεταστήσειν codd. καὶ τὴν ἀλήθειαν εὑρεῖν τῶν γεγενημένων.
73 εὖ δὲ ἴστε ὅτι ἐλεηθῆναι ὑφʼ ὑμῶν ἄξιός εἰμι μᾶλλον ἢ δίκην δοῦναι· δίκην μὲν γὰρ εἰκός ἐστι διδόναι τοὺς ἀδικοῦντας, ἐλεεῖσθαι δὲ τοὺς ἀδίκως κινδυνεύοντας. κρεῖσσον δὲ χρὴ γίγνεσθαι ἀεὶ τὸ ὑμέτερον δυνάμενον ἐμὲ δικαίως σῴζειν ἢ τὸ τῶν ἐχθρῶν βουλόμενον ἀδίκως με ἀπολλύναι. ἐν μὲν γὰρ τῷ ἐπισχεῖν ἔστι καὶ τὰ δεινὰ ταῦτα ποιῆσαι ἃ οὗτοι κελεύουσιν· ἐν δὲ τῷ παραχρῆμα οὐκ ἔστιν ἀρχὴν ἀρχὴν Ald.: ἀρχὴ ἣ codd. ὀρθῶς βουλεύεσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi