53
φασὶ δὲ γραμματείδιον εὑρεῖν ἐν τῷ πλοίῳ, ὃ ἔπεμπον ἐγὼ Λυκίνῳ, ὡς ἀποκτείναιμι τὸν ἄνδρα. καίτοι τί ἔδει με γραμματείδιον πέμπειν, αὐτοῦ συνειδότος τοῦ τὸ γραμματείδιον φέροντος;sequuntur in codd.:τίνος γε δὴ ἕνεκα ... κἀκείνῳ, quae nunc ad 57 init. leguntur auct. Ald. ὥστε τοῦτο μὲν σαφέστερον αὐτὸς αὐτὸς Reiske: αὐτοῖς codd. ἔμελλεν ἐρεῖν ἐρεῖν A: εὑρεῖν N. ὁ εἰργασμένος, τοῦτο δὲ οὐδὲν ἔδει κρύπτειν αὐτόν· αὐτὸν Ald.: αὐτὰ codd. ἃ γὰρ μὴ οἷόν τε εἰδέναι τὸν φέροντα, ταῦτʼ ἄν τις μάλιστα συγγράψας πέμψειεν.
54
ἔπειτα δὲ ὅ τι μὲν μακρὸν εἴη πρᾶγμα, τοῦτο τοῦτο A corr.2: τούτου A pr. N. μὲν ἄν τις ἀναγκασθείη γράψαι τῷ μὴ διαμνημονεύειν τὸν ἀπαγγέλλοντα ὑπὸ πλήθους. τοῦτο δὲ βραχὺ ἦν ἀπαγγεῖλαι, ὅτι τέθνηκεν ὁ ἀνήρ. ἔπειτα ἐνθυμεῖσθε ὅτι διάφορον διάφορον Reiske: διαφέρον codd. ἦν τὸ γραμματείδιον τῷ βασανισθέντι, διάφορος δʼ ὁ ἄνθρωπος τῷ γραμματειδίῳ. ὁ μὲν γὰρ βασανιζόμενος αὐτὸς ἔφη ἀποκτεῖναι, τὸ δὲ γραμματείδιον ἀνοιχθὲν ἐμὲ τὸν ἀποκτείναντα ἐμήνυεν.
55
καίτοι ποτέρῳ χρὴ πιστεῦσαι; τὸ μὲν γὰρ πρῶτον οὐχ ηὗρον ἐν τῷ πλοίῳ ζητοῦντες τὸ γραμματείδιον, ὕστερον δέ. τότε μὲν γὰρ οὔπω οὕτως ἐμεμηχάνητο αὐτοῖς. ἐπειδὴ δὲ ὁ ἄνθρωπος ὁ πρότερος βασανισθεὶς οὐδὲν ἔλεγε κατʼ ἐμοῦ, τότε εἰσβάλλουσιν εἰς τὸ πλοῖον τὸ γραμματείδιον, ἵνα ταύτην ἔχοιεν ἐμοὶ τὴν αἰτίαν ἐπιφέρειν·