51
ἔπειτα δὲ καὶ ἐκ τῶν λόγων τῶν τοῦ ἀνθρώπου μερὶς ἑκατέροις ἑκατέροις Weidner: ἑκατέρῳ codd. ἴση ἂν εἴη, ἴση ἂν εἴη Thalheim: ἴσον εἰ N. ἴσον εἴ(η̣) A. μὲν τὸ φάσκειν, ἐμοὶ δὲ τὸ μὴ φάσκειν· ἔκ τε ἀμφοῖν τοῖν ἀνδροῖν τοῖν βασανισθέντοιν· ὁ μὲν γὰρ ἔφησεν, ὁ δὲ διὰ τέλους ἔξαρνος ἦν. τούτοις μὲν τὸ A corr. verbaἔκ τε . . . ἦν secl. Hirschig:τοῦτον μέντοι A pr. N. καὶ μὲν δὴ τὰ ἐξ ἴσου γενόμενα τοῦ φεύγοντός ἐστι μᾶλλον ἢ τοῦ διώκοντος, εἴπερ γε καὶ τῶν ψήφων ὁ ἀριθμὸς ἐξ ἴσου γενόμενος γενόμενος A: γιγνόμενος N. τὸν φεύγοντα μᾶλλον ὠφελεῖ ἢ τὸν διώκοντα.
52
ἡ μὲν βάσανος, ὦ ἄνδρες, τοιαύτη ἐγένετο, ἐγένετο A: γεγένηται N. ᾗ οὗτοι πιστεύοντες εὖ εἰδέναι φασὶν ὑπʼ ἐμοῦ ἀποθανόντα τὸν ἄνδρα. καίτοι τὸ παράπαν ἔγωγʼ ἂν εἴ τι συνῄδη ἐμαυτῷ καὶ εἴ τί μοι εἴ τί μοι A corr.2: εἴ τ’ ἐμοὶ A pr. N. τοιοῦτον εἴργαστο, ἠφάνισʼ ἂν τὼ ἀνθρώπω, ὅτε ἐπʼ ἐμοὶ ἦν τοῦτο μὲν εἰς τὴν Αἶνον ἀπάγειν ἀπάγειν A corr.2: ἀπάγων A pr. N. ἅμα ἐμοί, τοῦτο δὲ εἰς τὴν ἤπειρον διαβιβάσαι, καὶ μὴ ὑπολείπεσθαι μηνυτὰς κατʼ ἐμαυτοῦ τοὺς συνειδότας.