46
ὅ δὲ δεῖ δεῖ hic add. Thalheim:ὃ δὲ καὶ μάλιστα ἐνθυμεῖσθε N. ὃ δὲ καὶ μάλιστα ἐνθυμεῖσθαι A pr.:δεῖ post μάλιστα add. A corr.2 καὶ μάλιστα ἐνθυμεῖσθαι,—καὶ μή μοι ἄχθεσθε, ἂν ὑμᾶς πολλάκις ταὐτὰ ταὐτὰ Reiske: ταῦτα codd. διδάξω. μέγας γὰρ ὁ κίνδυνός ἐστι, καθʼ ὅ τι δʼ ἂν ὑμεῖς ὀρθῶς γνῶτε, κατὰ τοῦτο σῴζομαι, καθʼ ὅ τι δʼ ἂν ψευσθῆτε τἀληθοῦς, κατὰ τοῦτο ἀπόλλυμαι—μὴ οὖν ἐξέληται ἐξέληται A corr.2: ἐξελεῖται A pr. N. τοῦτο ὑμῶν μηδείς, ὅτι τὸν μηνυτὴν ἀπέκτειναν, καὶ διετείναντο αὐτὸν μὴ εἰσελθεῖν εἰς ὑμᾶς, μηδʼ ἐμοὶ ἐγγενέσθαι παρόντι ἄξαι τὸν ἄνδρα καὶ βασανίσαι αὐτόν.
47
καίτοι πρὸς τούτων ἦν τοῦτο. νῦν δὲ πριάμενοι τὸν ἄνδρα, ἰδίᾳ ἐπὶ σφῶν αὐτῶν ἀπέκτειναν, τὸν μηνυτήν, οὔτε τῆς πόλεως ψηφισαμένης, οὔτε αὐτόχειρα ὄντα τοῦ ἀνδρός. ὃν ἐχρῆν δεδεμένον αὐτοὺς φυλάσσειν, ἢ τοῖς φίλοις τοῖς ἐμοῖς ἐξεγγυῆσαι, ἢ τοῖς ἄρχουσι τοῖς ὑμετέροις παραδοῦναι, καὶ ψῆφον περὶ αὐτοῦ γενέσθαι. νῦν δὲ αὐτοὶ καταγνόντες τὸν θάνατον τοῦ ἀνδρὸς ἀπεκτείνατε· ὃ οὐδὲ πόλει ἔξεστιν, ἄνευ Ἀθηναίων οὐδένα θανάτῳ ζημιῶσαι. καὶ τῶν μὲν ἄλλων λόγων τῶν ἐκείνου τουτουσὶ κριτὰς ἠξιώσατε γενέσθαι, τῶν δὲ ἔργων αὐτοὶ δικασταὶ γίγνεσθε.