34
ἀλλʼ ἀπέκτειναν ἄγοντες τὸν ἄνδρα, τὸν μηνυτήν, ᾧ πιστεύοντες ἐμὲ διώκουσι, τοὐναντίον ποιήσαντες ἢ οἱ ἄλλοι ἄνθρωποι. οἱ μὲν γὰρ ἄλλοι τοῖς μηνυταῖς τοῖς μὲν ἐλευθέροις χρήματα διδόασι, τοὺς δὲ δούλους ἐλευθεροῦσιν· οὗτοι δὲ θάνατον τῷ μηνυτῇ τὴν δωρεὰν ἀπέδοσαν, ἀπαγορευόντων τῶν φίλων τῶν ἐμῶν μὴ ἀποκτείνειν τὸν ἄνδρα πρὶν ἂν ἂν secl. Dobree:πρὶν ἐγὼ ἀνελθοιμι Ignatius. ἐγὼ ἔλθοιμι.
35
δῆλον οὖν ὅτι οὐ τοῦ σώματος αὐτοῦ αὐτοῦ om. A pr. χρεία ἦν αὐτοῖς, ἀλλὰ τῶν λόγων· ζῶν μὲν γὰρ ὁ ἀνὴρ διὰ τῆς αὐτῆς βασάνου ἰὼν ὑπʼ ἐμοῦ κατήγορος ἂν ἐγίγνετο τῆς τούτων ἐπιβουλῆς, τεθνεὼς δὲ τὸν μὲν ἔλεγχον τῆς ἀληθείας ἀπεστέρει διʼ αὐτοῦ τοῦ σώματος ἀπολλυμένου, τοῖς δὲ λόγοις τοῖς ἐψευσμένοις ὑπʼ ἐκείνου ὡς ἀληθέσιν οὖσιν ἐγὼ ἀπόλλυμαι. τούτων δὲ μάρτυράς μοι κάλει.
36
ΜάρτυρεςTitulum inseruit Reiske.
36
ἐχρῆν μὲν μὲν om. N. γὰρ αὐτούς, ὡς ἐγὼ νομίζω, ἐνθάδε παρέχοντας τὸν μηνυτὴν αὐτὸν ἀπελέγχειν ἐμέ, καὶ αὐτῷ τούτῳ χρῆσθαι ἀγωνίσματι, ἐμφανῆ παρέχοντας τὸν ἄνδρα καὶ κελεύοντας βασανίζειν, ἀλλὰ μὴ ἀποκτεῖναι. φέρε γὰρ δὴ ποτέρῳ νῦν χρήσονται τῶν λόγων; πότερα ᾧ πρῶτον εἶπεν ἢ ᾧ ὕστερον; καὶ πότερʼ ἀληθῆ ἐστιν, ὅτʼ ἔφη με εἰργάσθαι τὸ ἔργον ἢ ὅτʼ οὐκ ἔφη;