Thesauros Edebiyat Hitabet Τετραλογία Γ΄

Τετραλογία Γ΄

Τετραλογία Γ΄ Antiphon ca. 480-411 B.C
6 εἰ δέ τις ἐκ τῶν πληγῶν τὸν θάνατον οἰόμενος γενέσθαι φονέα με αὐτοῦ ἡγεῖται εἶναι, ἀντιλογισάσθω ὅτι διὰ τὸν ἄρξαντα αἱ πληγαὶ γενόμεναι τοῦτον αἴτιον τοῦ θανάτου καὶ οὐκ ἐμὲ ἀποφαίνουσιν ὄντα· οὐ γὰρ ἂν ἠμυνάμην μὴ τυπτόμενος ὑπʼ αὐτοῦ.codd.
6 ἀπολυόμενος δὲ ὑπό τε τοῦ νόμου ὑπό τε τοῦνόμου ὑπό τε τοῦ add. Reiske. ἄρξαντος τῆς πληγῆς, ἐγὼ μὲν οὐδενὶ τρόπῳ φονεὺς αὐτοῦ εἰμι, ὁ δὲ ἀποθανών, εἰ μὲν ἀτυχίᾳ τέθνηκεν, τῇ ἑαυτοῦ ἀτυχία κέχρηται—ἠτύχησε γὰρ ἄρξας τῆς πληγῆς—εἰ δʼ ἀβουλία τινί, τῇ ἑαυτοῦ ἀβουλίᾳ διέφθαρται· οὐ γὰρ εὖ φρονῶν ἔτυπτέ με.
7 ὡς μὲν οὖν οὐ δικαίως κατηγοροῦμαι, ἐπιδέδεικταί μοι· ἐθέλω δὲ τοὺς κατηγοροῦντάς μου πᾶσιν οἷς ἐγκαλοῦσιν ἐνόχους αὐτοὺςαὐτοὺς om. Ν. ὄντας ἀποδεῖξαι. καθαρῷ μέν μοι τῆς αἰτίας ὄντι φόνον ἐπικαλοῦντες,ἐπικαλοῦντες Kayser: ἐπιβουλ(-βολ-)εύοντες codd. ἀποστεροῦντες δέ με τοῦ βίου ὃν ὁ θεὸς παρέδωκέ μοι, περὶ τὸν θεὸν ἀσεβοῦσιν· ἀδίκως δὲ θάνατον ἐπιβουλεύοντες τά τε νόμιμα συγχέουσι φονῆς τέ μου γίγνονται· ἀνοσίως δʼ ἀποκτεῖναι ὑμᾶς με πείθοντες καὶ τῆς ὑμετέρας εὐσεβείας †αὐτοὶ φονῆς†obelis inclusi.αὑτοὶ φονῆς Blass: ἀνατροπῆς cf. Thalheim. εἰσί.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi