Thesauros Edebiyat Hitabet Τετραλογία Β΄

Τετραλογία Β΄

Τετραλογία Β΄ Antiphon ca. 480-411 B.C
12 τήν τε οὖν εὐσέβειαν τούτων τῶν πραχθέντων καὶ τὸ δίκαιον αἰδούμενοι ὁσίως καὶ δικαίως ἀπολύετε ἡμᾶς, καὶ μὴ ἀθλιωτάτω δύο, πατέρα καὶ παῖδα, ἀώροις συμφοραῖς περιβάλητε.περιβάλητε Ν, περιβάλοιτε Α.

Ἐκ κατηγορίας ὃ ὕστερος

1 ὅτι μὲν αὐτὴ ἡ χρεία παρὰ φύσιν καὶ λέγειν καὶ δρᾶν ἅπαντας ἀναγκάζει, ἔργῳ καὶ οὐ λόγῳ δοκεῖ μοι σημαίνειν οὗτος· ἥκιστα γὰρ ἔν γε τῷ ἔμπροσθεν χρόνῳ ἀναιδὴς καὶ τολμηρὸς ὤν, νῦν ὑπʼ αὐτῆς τῆς συμφορᾶς ἠνάγκασται λέγειν οἷα οὐκ ἄν ποτε ᾤμην ἐγὼ τοῦτον εἰπεῖν.
2 ἐγώ τε γὰρ πολλῇ ἀνοίᾳ χρώμενος οὐκ ἂν ὑπέλαβον τοῦτον ἀντειπεῖν· οὐδὲ γὰρ ἂν ἕνα λόγον ἀντὶ δυοῖνἀντὶ δυοῖν Reiske: ἀντι δοὺς ἢ codd. λέξας τὸ ἥμισυ τῆς κατηγορίας ἐμαυτὸν ἂν ἀπεστέρησα· οὗτός τε μὴ τολμῶν οὐκ ἂν προεῖχε τῷ διπλασίῳ μου, ἕνα μὲν πρὸς ἕνα λόγον ἀπολογηθείς, ἃ δὲ κατηγόρησεν ἀναποκρίτως εἰπών.
3 τοσοῦτον δὲ προέχων ἐν τοῖς λόγοις ἡμῶν, ἔτι δὲ ἐν οἷς ἔπρασσε πολλαπλάσια τούτων, οὗτος μὲν οὐχ ὁσίως δεῖται ὑμῶν εὐμενῶςεὐμενῶς Reiske: συχνῶς codd. τὴν ἀπολογίαν ἀποδέχεσθαι αὐτοῦ· ἐγὼ δὲ δράσαςδὲ δράσας Reiske: δ’ ἔδρασα codd. μὲν οὐδὲν κακόν, παθὼν δὲ ἄθλια καὶ δεινά, καὶ νῦν ἔτι δεινότερα τούτων, ἔργῳ καὶ οὐ λόγῳ εἰς τὸν ὑμέτερον ἔλεον καταπεφευγὼς δέομαι ὑμῶν, ὦ ἄνδρες ἀνοσίων ἔργων τιμωροί, ὁσίων δὲ διαγνώμονες, μὴ παρʼπαρʼ addidi: παρὰ τὰ Gernet: alii alia. ἔργα φανερὰ ὑπὸ πονηρᾶς λόγων ἀκριβείας πεισθέντας ψευδῆ τὴν ἀλήθειαν τῶν πραχθέντων ἡγήσασθαι·
4 ἡ μὲν γὰρ πιστότερον ἢ ἀληθέστερον σύγκειται, ἡ δʼ ἀδολώτερον καὶ ἀδυνατώτερον λεχθήσεται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi