6
ὡς δʼ οὐκ ἐλάσσω ἀλλὰ πολὺ μείζω τὸν ἀπὸ τῆς γραφῆς κίνδυνον ἢ τόνδε ἡγεῖτο εἶναι, διδάξω. τὸ μὲν ἁλῶναι καὶ ἀποφυγεῖν ἀμφοτέρας τὰς διώξεις ἐν ἴσαις ἐλπίσι θῶμεν αὐτῷ εἶναι. μὴ παραχθῆναι δὲ τὴν γραφὴν οὐδεμίαν ἐλπίδα εἶχε τούτου γε ζῶντος· οὐ γὰρ ἂν ἐπείθετο αὐτῷ· εἰςcodd. fortasse exciderunt nonnulla postαὐτῷ. δὲ τόνδε τὸν ἀγῶναἀγῶνα Ν: κίνδυνον Α. ἥξειν οὐκ ἤλπισε· λήσειν γὰρ ἐδόκει ἀποκτείνας αὐτόν.
7
ἀξιῶν δὲ διὰ τὸ φανερὰν εἶναι τὴν ὑποψίαν αὐτῷ μὴ καταδοκεῖσθαι ὑφʼ ὑμῶν, οὐκ ὀρθῶς ἀξιοῖ. εἰ γὰρεἰ γὰρ Reiske: οὐ γὰρ codd. τοῦτον ἐν τοῖς μεγίστοις κινδύνοις ὄντα ἱκανὴ ἦν ἡ ὑποψία ἀποτρέψαιἀποτρέψαι Reiske: ἀποστρέψαι codd. τῆς ἐπιθέσεως, οὐδείς γʼ ἂνγ’ ἂν Reiske: γὰρ codd. ἐπεβούλευσεν αὐτῷ· πᾶς γὰρ ἄν τις τῶν ἧσσον κινδυνευόντων, τὴν ὑποψίαν μᾶλλον τοῦ κινδύνου φοβούμενος, ἧσσον ἢ οὗτος ἐπέθετοἐπέθετο Maetzner, quem dubitanter secutus sum:ἡγεῖτο αὐτῷ.