Thesauros Edebiyat Hitabet Τετραλογία Α΄

Τετραλογία Α΄

Τετραλογία Α΄ Antiphon ca. 480-411 B.C
8 μὴ παραγενέσθαι δέ με τῷ φόνῳ ἀπιστότερον ἢ παραγενέσθαι φασὶν εἶναι. ἐγὼ δʼ οὐκ ἐκ τῶν εἰκότων ἀλλʼ ἔργῳ δηλώσω οὐ παραγενόμενος. ὁπόσοι γὰρ δοῦλοί μοι ἢ δοῦλαί εἰσι, πάντας παραδίδωμι βασανίσαι· καὶ ἐὰν μὴ φανῶ ταύτῃ τῇ νυκτὶ ἐν οἴκῳ καθεύδων ἢ ἐξελθών ποι,ποι Reiske: που codd. ὁμολογῶ φονεὺς εἶναι. ἡ δὲ νὺξ οὐκ ἄσημος· τοῖς γὰρ Διιπολείοις ὁ ἀνὴρ ἀπέθανε.
9 περὶ δὲ τῆς εὐδαιμονίας, ἧς ἕνεκα τρέμοντά μέ φασιν εἰκότως ἀποκτεῖναι αὐτόν, πολὺ τἀναντία ἐστί. τοῖς μὲν γὰρ ἀτυχοῦσι νεωτερίζεινἀτυχοῦσι νεωτερίζειν Ald.: ἀτυχοῦσιν ἑταιρίζειν codd. συμφέρει· ἐκ γὰρ τῶν μεταβολῶν ἐπίδοξος ἡ δυσπραγία μεταβάλλειν αὐτῶν ἐστι· τοῖς δʼ εὐτυχοῦσιν ἀτρεμίζειν καὶ φυλάσσειν τὴν παροῦσαν εὐπραγίαν. μεθισταμένων γὰρ τῶν πραγμάτων δυστυχεῖς ἐξ εὐτυχούντων καθίστανται.
10 ἐκ δὲ τῶν εἰκότων προσποιούμενοί με ἐλέγχειν, οὐκ εἰκότως ἀλλʼ ὄντως φονέα μέ φασι τοῦ ἀνδρὸς εἶναι. τὰ δὲ εἰκότα ἄλλα πρὸς ἐμοῦ μᾶλλον ἀποδέδεικται ὄντα. ὅ τε γὰρ καταμαρτυρῶν μου ἄπιστος ἐλήλεγκται ὤν, ὅ τε ἔλεγχος οὐκ ἔστι· τά τε τεκμήρια ἐμά, οὐ τούτωντούτων Jernstedt: τούτου codd. ὄντα ἐδήλωσα· τά τε ἴχνη τοῦ φόνου οὐκ εἰς ἐμὲ φέροντα, ἀλλʼ εἰς τοὺς ἀπολυομένους ἀποδέδεικται ὑπʼ αὐτῶν. πάντων δὲ τῶν κατηγορηθέντων ἀπίστων ἐλεγχθέντων, οὐκ ἐὰν ἀποφύγω οὐκ ἔστιν ἐξ ὧν ἐλεγχθήσονται οἱ κακουργοῦντες, ἀλλʼ ἐὰν καταληφθῶ,καταληφθῶ Spengel: ἐλεγχθῶ codd. οὐδεμία ἀπολογία τοῖς διωκομένοις ἀρκοῦσά ἐστιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi