Thesauros Edebiyat Hitabet Φαρμακείας κατὰ τῆς μητρυιᾶς

Φαρμακείας κατὰ τῆς μητρυιᾶς

Φαρμακείας κατὰ τῆς μητρυιᾶς Antiphon ca. 480-411 B.C
26 ἡ μὲν γὰρ ἑκουσίως καὶ βουλεύσασα τὸν θάνατον ἀπέκτεινεν,ἀπέκτεινεν add. Reiske:τὸν θάνατον del. Franke. ὁ δʼ ἀκουσίως καὶ βιαίως ἀπέθανε. πῶς γὰρ οὐ βιαίως ἀπέθανεν, ὦ ἄνδρες; ὅς γʼ ἐκπλεῖν ἔμελλεν ἐκ τῆς γῆς τῆσδε, παρά τε ἀνδρὶ φίλῳ αὑτοῦ εἱστιᾶτο· ἡ δὲ πέμψασα τὸ φάρμακον καὶ κελεύσασα ἐκείνῳ δοῦναι πιεῖν ἀπέκτεινεν ἡμῶν τὸν πατέρα. πῶς οὖν ταύτην ἐλεεῖν ἄξιόν ἐστιν ἢ αἰδοῦς τυγχάνειν παρʼ ὑμῶν ἢ ἄλλου του; ἥτις αὐτὴ οὐκ ἠξίωσεν ἐλεῆσαι τὸν ἑαυτῆς ἄνδρα, ἀλλʼ ἀνοσίως καὶ αἰσχρῶς ἀπώλεσεν.
27 οὕτω δέ τοι καὶ ἐλεεῖν ἐπὶ τοῖς ἀκουσίοις παθήμασι μᾶλλον προσήκει ἢ τοῖς ἑκουσίοις καὶ ἐκ προνοίας ἀδικήμασι καὶ ἁμαρτήμασι. καὶ ὥσπερ ἐκεῖνον αὕτηαὕτη Reiske: αὐτὴ codd. οὔτε θεοὺς οὔθʼ ἥρωας οὔτʼ ἀνθρώπους αἰσχυνθεῖσα οὐδὲοὐδὲ Maetzner: οὔτε Ν, αἰσχυνθεῖσα οὔτε om. Α. δείσασʼ ἀπώλεσεν, οὕτω καὶ αὐτὴ ὑφʼ ὑμῶν καὶ τοῦ δικαίου ἀπολομένη, καὶ μὴ τυχοῦσα μήτʼ αἰδοῦς μήτʼ ἐλέου μήτʼ αἰσχύνης μηδεμιᾶς παρʼ ὑμῶν, τῆς δικαιοτάτης ἂν τύχοι τιμωρίας.
28 θαυμάζω δὲ ἔγωγε τῆς τόλμης τοῦ ἀδελφοῦ καὶ τῆς διανοίας, τὸ διομόσασθαι ὑπὲρ τῆς μητρὸς εὖ εἰδέναι μὴ πεποιηκυῖανπεποιηκυῖαν Cobet: πεποιηκέναι codd. ταῦτα. πῶς γὰρ ἄν τις εὖ εἰδείη οἷς μὴ παρεγένετο αὐτός; οὐ γὰρ δήπου μαρτύρων γʼ ἐναντίον οἱ ἐπιβουλεύοντες τοὺς θανάτους τοῖς πέλας μηχανῶνταί τε καὶ παρασκευάζουσιν, ἀλλʼ ὡς μάλιστα δύνανται λαθραιότατα καὶ ὡς ἀνθρώπων μηδένα εἰδέναι·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi