20
καὶ ἐκεῖνοι ἐπειδὴ ἀπέσπεισαν, τὸν ἑαυτῶν φονέα μεταχειριζόμενοι ἐκπίνουσιν ὑστάτην πόσιν. ὁ μὲν οὖν Φιλόνεως εὐθέως παραχρῆμα ἀποθνῄσκει, ὁ δὲ πατὴρ ὁ ἡμέτερος εἰς νόσον ἐμπίπτει, ἐξ ἧς καὶ ἀπώλετο εἰκοσταῖος. ἀνθʼ ὧν ἡ μὲν διακονήσασα καὶ χειρουργήσασακαὶ χειρουργήσασα huc transposuit Blass: postἐθυμηθεῖσα ἔχει τὰ ἐπίχειρα ὧν ἀξίαhabent codd. ἦν, οὐδὲν αἰτία οὖσα—τῷ γὰρ δημοκοίνῳ τροχισθεῖσα παρεδόθη—, ἡ δʼ αἰτία τε ἤδη καὶ ἐνθυμηθεῖσα ἕξει, ἐὰν ὑμεῖς τε καὶ οἱ θεοὶ θέλωσιν.
21
σκέψασθε οὖν ὅσῳ δικαιότερα ὑμῶν δεήσομαι ἐγὼ ἢ ὁ ἀδελφός. ἐγὼ μέν γε τῷ τεθνεῶτι ὑμᾶς κελεύω καὶ τῷ ἠδικημένῳ τὸν ἀΐδιον χρόνον τιμωροὺς γενέσθαι· οὗτος δὲ τοῦ μὲν τεθνεῶτος πέρι οὐδὲν ὑμᾶς αἰτήσεται, ὃς ἄξιος καὶ ἐλέου καὶ βοηθείας καὶ τιμωρίας παρʼ ὑμῶν τυχεῖν, ἀθέως καὶ ἀκλεῶς πρὸ τῆς εἱμαρμένης ὑφʼ ὧν ἥκιστα ἐχρῆν τὸν βίον ἐκλιπών,
22
ὑπὲρ δὲ τῆς ἀποκτεινάσης δεήσεται ἀθέμιτα καὶ ἀνόσια καὶ ἀτέλεστα καὶ ἀνήκουστα καὶ θεοῖς καὶ ὑμῖν, δεόμενος ὑμῶν μὴ τιμωρῆσαιμὴ τιμωρῆσαι add. Thalheim. ἃ αὐτὴ ἑαυτὴν οὐκ ἔπεισε μὴ κακοτεχνῆσαι. ὑμεῖς δʼ οὐ τῶν ἀποκτεινάντων ἐστὲ βοηθοί, ἀλλὰ τῶν ἐκ προνοίας ἀποθνῃσκόντων, καὶ ταῦτα ὑφʼ ὧν ἥκιστα ἐχρῆν αὐτοὺς ἀποθνῄσκειν. ἤδη οὖν ἐν ὑμῖν ἐστι τοῦτʼ ὀρθῶς διαγνῶναι, ὃ καὶ ποιήσατε.