42
περὶ δὲ τῶν λῃτουργιῶν οὐκ ἀξιῶ μεμνῆσθαι, πλὴν κατὰ τοσοῦτον, ὅτι τὰ προσταττόμενα δαπανῶ οὐκ ἀπὸ τῶν κοινῶν ἀλλʼ ἀπὸ τῶντῶν om. Q. ἰδίων. καίτοι τυγχάνω νενικηκὼς εὐανδρίᾳ καὶ λαμπάδι καὶ τραγῳδοῖς, οὐ τύπτων τοὺς ἀντιχορηγοῦντας, οὐδʼ αἰσχυνόμενος εἰ τῶν νόμων ἔλαττον δύναμαι. τοὺς οὖν τοιούτους τῶν πολιτῶν πολὺ μᾶλλον ἐπιτηδείους ἡγοῦμαι μένειν ἢ φεύγειν.