22
τοιγάρτοι τῶν νέων αἱ διατριβαὶ οὐκ ἐν τοῖς γυμνασίοις, ἀλλʼ ἐν τοῖς δικαστηρίοις εἰσί, καὶ στρατεύονται μὲν οἱ πρεσβύτεροι, δημηγοροῦσι δὲ οἱ νεώτεροι, παραδείγματι τούτῳ χρώμενοι, ὃς τηλικαύτας ποιεῖται τῶν ἁμαρτημάτων ὑπερβολάς, ὥστε περὶ τῶν Μηλίων γνώμην ἀποφηνάμενος ἐξανδραποδίζεσθαι, πριάμενος γυναῖκα τῶν αἰχμαλώτων υἱὸν ἐξ αὐτῆς πεποίηται, ὃς τοσούτῳ παρανομωτέρωςπαρανομωτέρως Reiske: παρανομώτατος A : -ώτερος Q. Αἰγίσθου γέγονεν, ὥστʼ ἐκ τῶν ἐχθίστων ἀλλήλοις πέφυκε, καὶ τῶν οἰκειοτάτων ὑπάρχει αὐτῷ τὰ ἔσχατα τοὺς μὲν πεποιηκέναι τοὺς δὲ πεπονθέναι.
23
ἄξιον δὲ τὴν τόλμαν αὐτοῦ σαφέστερον ἔτι διελθεῖν. ἐκ ταύτης γὰργὰρ A: δὲ Q. παιδοποιεῖται τῆς γυναικός, ἣν ἀντʼ ἐλευθέρας δούλην κατέστησε, καὶ ἧς τὸν πατέρα καὶ τοὺς προσήκοντας ἀπέκτεινε, καὶ ἧςἧς om. A pr. τὴν πόλιν ἀνάστατον πεποίηκεν, ὡς ἂν μάλιστα τὸν υἱὸν ἐχθρὸν ἑαυτῷ καὶ τῇ πόλει ποιήσειε· τοσαύταις ἀνάγκαις κατείληπται μισεῖν. ἀλλʼ ὑμεῖς ἐν μὲν ταῖς τραγῳδίαις τοιαῦτα θεωροῦντες δεινὰ νομίζετε, γιγνόμενα δʼ ἐν τῇ πόλει ὁρῶντες οὐδὲν φροντίζετε. καίτοι ἐκεῖνα μὲν οὐκ ἐπίστασθε πότερον οὕτω γεγένηται ἢ πέπλασται ὑπὸ τῶν ποιητῶν· ταῦτα δὲ σαφῶς εἰδότες οὕτω παρανόμως πεπραγμέναπαρανόμως πεπραγμένα Q: pepr. παρανόμως A. ῥᾳθύμως φέρετε.