Thesauros Edebiyat Hitabet Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης Andocides ca. 440-ca. 390 B.C
22 μετὰ δὲ τοῦτο ὅρκους ὀμόσαντες αὐτοῖς καὶ τὴν στήλην εὑρόμενοι παρʼπαρʼ add. Ald. αὐτῶν στῆσαι, κακὸν ἀγαπητὸν ἐν ἐκείνῳ τῷ χρόνῳ, σπονδὰς ἤγομεν ἐπὶ ῥητοῖς. εἶτα δὲ συμμαχίαν ποιησάμενοι Βοιωτοὺς καὶ Κορινθίους ἀποστήσαντες αὐτῶν, Ἀργείους δὲ ἀγαγόντες εἰς τὴν ποτὲ φιλίαν, αἴτιοι τῆς ἐν Κορίνθῳ μάχης ἐγενόμεθα αὐτοῖς. τίνες δὲ βασιλέα πολέμιον αὐτοῖς ἐποίησαν, καὶ Κόνωνι τὴν ναυμαχίαν παρεσκεύασαν, διʼ ἣν ἀπώλεσαν τὴν ἀρχὴν τῆς θαλάττης;
23 ὅμως τοίνυν ταῦτα πεπονθότες ὑφʼ ἡμῶν συγχωροῦσι ταὐτὰταὐτὰ Baiter: ταῦτα codd. ἅπερ οἱ σύμμαχοι, καὶ διδόασιν ἡμῖν τὰ τείχη καὶ τὰς ναῦς καὶ τὰς νήσους ἡμῶν εἶναι. ποίαν τίνʼ οὖν χρὴ εἰρήνην πρεσβεύοντας ἥκειν; οὐ ταὐτὰταῦτα Baiter: ταῦτα codd. παρὰ τῶν πολεμίων εὑρομένους ἅπερ οἱ φίλοι διδόασι, καὶ διʼ ἅπερ ἠρξάμεθα πολεμεῖν, ἵνα ἡμῶν γένηται τῇ πόλει ταῦτα; οἱ μὲν τοίνυν ἄλλοι τὴν εἰρήνην ποιοῦνται τῶν ὑπαρχόντων ἀφιέντες, ἡμεῖς δὲ προσλαμβάνοντες αὐτὰ ὧν μάλιστα δεόμεθα.
24 τί οὖν ἐστιν ὑπόλοιπον περὶ ὅτου δεῖ βουλεύεσθαι; περὶ Κορίνθουπερὶ Κορίνθου add. QL. καὶ περὶ ὧν ἂνἂν del. Dobree. ἡμᾶς Ἀργεῖοι προκαλοῦνται.προκαλοῦνται apographa: προσκαλοῦνται AQ. πρῶτον μὲν περὶ Κορίνθου διδαξάτω μέ τις, Βοιωτῶν μὴ συμπολεμούντων, εἰρήνην δὲ ποιουμένων πρὸς Λακεδαιμονίους, τίνος ἐστὶν ἡμῖν ἀξία Κόρινθος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi