1
τὴν μὲν παρασκευήν, ὦ ἄνδρες, καὶ τὴν προθυμίαν τῶν ἐχθρῶν τῶν ἐμῶν, ὥστʼ ἐμὲ κακῶς ποιεῖν ἐκ παντὸς τρόπου, καὶ δικαίως καὶ ἀδίκως, ἐξ ἀρχῆς ἐπειδὴ τάχιστα ἀφικόμην εἰς τὴν πόλιν ταυτηνί, σχεδόν τι πάντες ἐπίστασθε, καὶ οὐδὲν δεῖ περὶ τούτων πολλοὺς λόγους ποιεῖσθαι· ἐγὼ δέ, ὦ ἄνδρες, δεήσομαι ὑμῶν δίκαια καὶ ὑμῖν τε ῥᾴδια χαρίζεσθαι καὶ ἐμοὶ ἄξια πολλοῦ τυχεῖν παρʼ ὑμῶν.
2
καὶ πρῶτον μὲν ἐνθυμηθῆναι ὅτι νῦν ἐγὼ ἥκω οὐδεμιᾶς μοι ἀνάγκης οὔσης παραμεῖναι, οὔτʼ ἐγγυητὰς καταστήσας οὔθʼ ὑπὸ δεσμῶν ἀναγκασθείς, πιστεύσας δὲ μάλιστα μὲν τῷ δικαίῳ, ἔπειτα δὲ καὶ ὑμῖν, γνώσεσθαι τὰ δίκαια καὶ μὴ περιόψεσθαί με ἀδίκως ὑπὸ τῶν ἐχθρῶν τῶν ἐμῶν διαφθαρέντα, ἀλλὰ πολὺ μᾶλλον σώσειν δικαίως κατά τε τοὺς νόμους τοὺς ὑμετέρους καὶ τοὺς ὅρκους οὓς ὑμεῖς ὀμόσαντες μέλλετε τὴν ψῆφον οἴσειν.
3
εἰκότως δʼ ἄν, ὦ ἄνδρες, τὴν αὐτὴν γνώμην ἔχοιτε περὶ τῶν ἐθελοντῶνἐθελοντῶν Bekker: ἐθελόντωνcodd. εἰς τοὺς κινδύνους καθισταμένων, ἥνπερἥνπερ Ald.: ἤπερ codd. αὐτοὶ περὶ αὑτῶν ἔχουσιν. ὁπόσοι μὲν γὰρ μὴ ἠθέλησαν ὑπομεῖναι καταγνόντες αὑτῶν ἀδικίαν, εἰκότως τοι καὶ ὑμεῖς τοιαῦτα περὶ αὐτῶν γιγνώσκετε οἷάοἷά Bekker: ὅσα codd. περ καὶ αὐτοὶ περὶ σφῶν αὐτῶν ἔγνωσαν· ὁπόσοι δὲ πιστεύσαντες μηδὲν ἀδικεῖν ὑπέμειναν, δίκαιοί ἐστε καὶ ὑμεῖς περὶ τούτων τοιαύτην ἔχειν τὴν γνώμην οἵαν περ καὶ αὐτοὶ περὶ αὑτῶν ἔσχον, καὶ μὴ προκαταγιγνώσκειν ἀδικεῖν.