Thesauros Edebiyat Hitabet Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων Andocides ca. 440-ca. 390 B.C
127 μετὰ ταῦτα τοίνυν, ὦ ἄνδρες, ὑστέρῳ πάλιν χρόνῳ τῆς γραὸς τολμηροτάτης γυναικὸς ἀνηράσθη, καὶ κομίζεται αὐτὴν εἰς τὴν οἰκίαν, καὶ τὸν παῖδα ἤδη μέγαν ὄντα εἰσάγει εἰς Κήρυκας, φάσκων εἶναι υἱὸν αὑτοῦ.αὑτοῦ Baiter: αὐτοῦ codd. ἀντεῖπε μὲν ΚαλλιάδηςΚαλλιάδης Valckenaer: καλλίδης codd. μὴ εἰσδέξασθαι, ἐψηφίσαντο δὲ οἱ Κήρυκες κατὰ τὸν νόμον ὅς ἐστιν αὐτοῖς, τὸν πατέρα ὀμόσαντα εἰσάγειν ἦ μὴν υἱὸν ὄντα ἑαυτοῦ εἰσάγειν. λαβόμενος τοῦ βωμοῦ ὤμοσεν ἦ μὴν τὸν παῖδα ἑαυτοῦ εἶναι γνήσιον, ἐκ ΧρυσίλληςΧρυσίλλης Jernstedt: χρυσιάδης codd. γεγονότα· ὃν ἀπώμοσε. καὶ μοι τούτων ἁπάντων τοὺς μάρτυρας κάλει.
128 Μάρτυρες
128 φέρε δὴ τοίνυν, ὦ ἄνδρες, σκεψώμεθα εἰ πώποτε ἐν τοῖς Ἕλλησι πρᾶγμα τοιοῦτον ἐγένετο, ὅπου γυναῖκά τις γήμας ἐπέγημε τῇ θυγατρὶ τὴν μητέρα καὶ ἐξήλασεν ἡ μήτηρ τὴν θυγατέρα· ταύτῃ δὲ συνοικῶν βούλεται τὴν Ἐπιλύκου θυγατέρα λαβεῖν, ἵνʼ ἐξελάσῃ τὴν τήθην ἡ θυγατριδῆ. ἀλλὰ γὰρ τῷ παιδὶ αὐτοῦ τί χρὴ τοὔνομα θέσθαι;
129 οἶμαι γὰρ ἔγωγε οὐδένα οὕτως ἀγαθὸν εἶναι λογίζεσθαι, ὅστις ἐξευρήσει τοὔνομα αὐτοῦ. τριῶν γὰρ οὐσῶν γυναικῶν αἷς συνῳκηκὼς ἔσται ὁ πατὴρ αὐτοῦ, τῆς μὲν υἱός ἐστιν, ὥς φησι, τῆς δὲ ἀδελφός, τῆς δὲ θεῖος. τίς ἂν εἴη οὗτος; Οἰδίπους, ἢ Αἴγισθος; ἢ τί χρὴ αὐτὸν ὀνομάσαι;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi