75
ἄλλοι αὖ κατὰ προστάξεις, οἵτινες οὐ παντάπασιν ἄτιμοι ἦσαν, ἀλλὰ μέρος τι αὐτῶν, οἷον οἱ στρατιῶται, οἷς, ὅτι ἐπέμειναν ἐπὶ τῶν τετρακοσίωντετρακοσίων Dobree, coll. psephismate quod sequitur: τυράννων codd. ἐν τῇ πόλει, τὰ μὲν ἄλλα ἦν ἅπερ τοῖς ἄλλοις πολίταις, εἰπεῖν δʼ ἐν τῷ δήμῳ οὐκ ἐξῆν αὐτοῖς οὐδὲ βουλεῦσαι. τούτων ἦσαν οὗτοι ἄτιμοι αὕτη γὰρ ἦν τούτοις πρόσταξις.
76
ἑτέροις οὐκ ἦν γράψασθαι, τοῖς δὲ ἐνδεῖξαι, τοῖς δὲ μὴ ἀναπλεῦσαι εἰς Ἑλλήσποντον, ἄλλοις δʼ εἰς Ἰωνίαν· τοῖς δʼ εἰς τὴν ἀγορὰν μὴ εἰσιέναι πρόσταξις ἦν.
76
ταῦτʼ οὖν ἐψηφίσασθε ἐξαλεῖψαι πάντα τὰ ψηφίσματα, καὶ αὐτὰ καὶ εἴ πού τι ἀντίγραφον ἦν, καὶ πίστιν ἀλλήλοις περὶ ὁμονοίας δοῦναι ἐν ἀκροπόλει. καί μοι ἀνάγνωθι τὸ ψήφισμα τὸ Πατροκλείδου, καθʼ ὃ ταῦτα ἐγένετο.
77
Ψήφισμα.—Πατροκλείδης εἶπεν· ἐπειδὴ ἐψηφίσαντο Ἀθηναῖοι τὴν ἄδειαν περὶ τῶν ἀτίμων καὶτῶν ἀτίμων καὶ add. Sauppe e Dem. Timocr. 46. τῶν ὀφειλόντων, ὥστε λέγειν ἐξεῖναι καὶ ἐπιψηφίζειν, ψηφίσασθαι τὸν δῆμον ταὐτὰ ἅπερ ὅτε ἦν τὰ Μηδικά, καὶ συνήνεγκεν Ἀθηναίοις ἐπὶ τὸ ἄμεινον. περὶ δὲ τῶν ἐγγεγραμμένωνἐγγεγραμμένων Emperius: ἐπιγεγραμμένων codd. εἰς τοὺς πράκτορας ἢ τοὺς ταμίας τῆς θεοῦ καὶ τῶν ἄλλων θεῶν ἢ τὸν βασιλέα ἢἢ del. Emperius. εἰ τις μὴ ἐξεγράφη μέχρι τῆς ἐξελθούσης βουλῆς ἐφʼ ἧς Καλλίας ἦρχεν,