Thesauros Edebiyat Hitabet Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
228 καὶ νὴ τοὺς θεοὺς Ὀλυμπίους, ὧν ἐγὼ πυνθάνομαι Δημοσθένην λέξειν, ἐφʼ ᾧ νυνὶ μέλλω λέγειν ἀγανακτῶ μάλιστα. ἀφομοιοῖ γὰρ μου τὴν φύσιν ταῖς Σειρῆσιν. ταῖς Σειρῆσιν Baiter: the MSS. have ὡς ἔοικε before or after ταῖς Σειρῆσιν. καὶ γὰρ ὑπʼ ἐκείνων οὐ κηλεῖσθαί φησι τοὺς ἀκροωμένους, ἀλλʼ ἀπόλλυσθαι, διόπερ οὐδʼ εὐδοκιμεῖν τὴν τῶν Σειρήνων μουσικήν· καὶ δὴ καὶ τὴν τῶν ἐμῶν εὔροιαν εὔροαν λόγων Blass: εὐπορίαν λόγων, λόγων εὐπορίαν, λόγων ἀπορίαν, λόγων ἐμπειρίαν MSS. λόγων καὶ τὴν φύσιν μου γεγενῆσθαι ἐπὶ βλάβῃ τῶν ἀκουόντων. καίτοι τὸν λόγον τοῦτον ὅλως μὲν ἔγωγε οὐδενὶ πρέπειν ἡγοῦμαι περὶ ἐμοῦ λέγειν· τῆς γὰρ αἰτίας αἰσχρὸν τὸν αἰτιώμενόν ἐστι τὸ ἔργον μὴ ἔχειν ἐπιδεῖξαι·
229 εἰ δʼ ἦν ἀναγκαῖον ῥηθῆναι, οὐ Δημοσθένους ἦν ὁ λόγος, ἀλλʼ ἀνδρὸς στρατηγοῦ μεγάλα μὲν τὴν πόλιν ἀγάθʼ εἰργασμένου, ἀγάθ’ εἰογασμένου Herwerden: κατειργασμένου MSS. λέγειν δὲ ἀδυνάτου καὶ τὴν τῶν ἀντιδίκων διὰ τοῦτο ἐζηλωκότος φύσιν, ὅτι σύνοιδεν ἑαυτῷ μὲν οὐδὲν ὧν διαπέπρακται δυναμένῳ φράσαι, τὸν δὲ κατήγορον ὁρᾷ δυνάμενον καὶ τὰ μὴ πεπραγμένα ὑπʼ αὐτοῦ παριστάναι τοῖς ἀκούουσιν ὡς διῴκησεν. ὅταν δʼ ἐξ ὀνομάτων συγκείμενος ἄνθρωπος, καὶ τούτων πικρῶν καὶ περιέργων, ἔπειτα ἐπὶ τὴν ἁπλότητα καὶ τὰ ἔργα καταφεύγῃ, τίς ἂν ἀνάσχοιτο; οὗ τὴν γλῶτταν ὥσπερ τῶν αὐλῶν ἐάν τις ἀφέλῃ, τὸ λοιπὸν οὐδέν ἐστιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi