Thesauros Edebiyat Hitabet Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
226 σαυτὸν δʼ οὐκ ἀντερωτᾷς, τίς ἂν εἴη δημαγωγὸς τοιοῦτος, ὅστις τὸν μὲν δῆμον θωπεῦσαι δύναιτο, τοὺς δὲ καιροὺς ἐν οἷς ἦν σῴζεσθαι τὴν πόλιν, ἀποδοῖτο, τοὺς δʼ εὖ φρονοῦντας κωλύοι διαβάλλων συμβουλεύειν, ἀποδρὰς δʼ ἐκ τῶν κινδύνων καὶ τὴν πόλιν ἀνηκέστοις συμφοραῖς περιβαλὼν ἀξιοίη στεφανοῦσθαι ἐπʼ ἀρετῇ, ἀγαθὸν μὲν πεποιηκὼς μηδέν, πάντων δὲ τῶν κακῶν αἴτιος γεγονώς, ἐπερωτῴη δὲ τοὺς συκοφαντηθέντας ἐκ τῆς πολιτείας ἐπʼ ἐκείνων τῶν καιρῶν ὅτʼ ἐνῆν σῴζεσθαι, διὰ τί αὐτὸν οὐκ ἐκώλυσαν ἐξαμαρτάνειν,
227 ἀποκρύπτοιτο δὲ τὸ πάντων τελευταῖον, ὅτι τῆς μάχης ἐπιγενομένης οὐκ ἐσχολάζομεν περὶ τὴν σὴν εἶναι τιμωρίαν, ἀλλʼ ὑπὲρ τῆς σωτηρίας τῆς πόλεως ἐπρεσβεύομεν. ἐπειδὴ δὲ οὐκ ἀπέχρη σοι δίκην μὴ δεδωκέναι, ἀλλὰ καὶ δωρεὰς ᾔτεις, ᾔτεις Blass: αἰτεῖς MSS. καταγέλαστον ἐν τοῖς Ἕλλησι τὴν πόλιν ποιῶν, ἐνταῦθʼ ἐνέστην καὶ τὴν γραφὴν ἀπήνεγκα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi