212
οὐ γὰρ δὴ μὰ τὸν Ἡρακλέα τοῦτό γε ὑμῶν οὐδεὶς φοβήσεται, μὴ Δημοσθένης, ἀνὴρ μεγαλόψυχος καὶ τὰ πολεμικὰ διαφέρων, ἀποτυχὼν τῶν ἀριστείων ἐπανελθὼν οἴκαδε ἑαυτὸν διαχρήσηται· ὃς τοσοῦτον καταγελᾷ τῆς πρὸς ὑμᾶς φιλοτιμίας, ὥστε τὴν μιαρὰν κεφαλὴν ταύτην καὶ ὑπεύθυνον, ἣν οὗτος παρὰ πάντας τοὺς νόμους γέγραφε στεφανῶσαι, μυριάκις κατατέτμηκε καὶ τούτων μισθοὺς εἴληφε τραύματος ἐκ προνοίας γραφὰς γραφόμενος, καὶ κατακεκονδύλισται, ὥστε αὐτὸν οἶμαι τὰ τῶν κονδύλων ἴχνη τῶν Μειδίου ἔχειν ἔτι φανερά· ὁ γὰρ ἄνθρωπος οὐ κεφαλήν, ἀλλὰ πρόσοδον κέκτηται.Weidner accepts Westermann’s brilliant conjecture, and writes οὐ πρόσωπον, ἀλλὰ πρόσοδον κέκτηται.
213
περὶ δὲ Κτησιφῶντος τοῦ γράψαντος τὴν γνώμην βραχέα βούλομαι εἰπεῖν, τὰ δὲ πολλὰ ὑπερβήσομαι, ἵνα καὶ πεῖραν λάβω, καὶ πεῖραν λάβω Baiter and Sauppe: the MSS. have also ὑμῶν in varying position. εἰ δύνασθε τοὺς σφόδρα πονηρούς, κἂν μή τις προείπῃ, διαγιγνώσκειν. ὃ δʼ ἐστὶ κοινὸν καὶ δίκαιον κατʼ ἀμφοτέρων αὐτῶν ἀπαγγεῖλαι πρὸς ὑμᾶς, τοῦτʼ ἐρῶ. περιέρχονται γὰρ τὴν ἀγορὰν ἀληθεῖς κατʼ ἀλλήλων ἔχοντες δόξας καὶ λόγους οὐ ψευδεῖς λέγοντες.