Thesauros Edebiyat Hitabet Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
207 ἀλλʼ ἃ δὴ συμβήσεται ὑμῖν, ἐὰν τοῦτον τὸν τρόπον τὴν ἀκρόασιν ποιήσησθε, ταῦθʼ ὑμῖν ἤδη δίκαιός εἰμι προειπεῖν. ἐπεισάξει γὰρ τὸν γόητα καὶ βαλλαντιοτόμον καὶ διατετμηκότα τὴν πολιτείαν. οὗτος κλάει μὲν ῥᾷον ἢ οἱ ἄλλοι γελῶσιν, ἐπιορκεῖ δὲ πάντων προχειρότατα· οὐκ ἂν θαυμάσαιμι δέ, εἰ μεταβαλόμενος μεταβαλόμενος Blass: μεταβαλλόμενος MSS. τοῖς ἔξωθεν ἔξωθεν Kleyn: ἔξω MSS. περιεστηκόσι λοιδορήσεται, φάσκων τοὺς μὲν ὀλιγαρχικοὺς ὑπʼ αὐτῆς τῆς ἀληθείας διηριθμημένους ἥκειν πρὸς τὸ τοῦ κατηγόρου βῆμα, τοὺς δὲ δημοτικοὺς πρὸς τὸ τοῦ φεύγοντος.
208 ὅταν δὴ τὰ τοιαῦτα λέγῃ, πρὸς μὲν τοὺς στασιαστικοὺς λόγους ἐκεῖνο αὐτῷ ὑποβάλλετε· ὦ Δημόσθενες, εἰ ὅμοιοι ἦσαν σοὶ οἱ ἀπὸ Φυλῆς φεύγοντα τὸν δῆμον καταγαγόντες, οὐκ ἄν ποθʼ ἡ δημοκρατία κατέστη. νῦν δὲ ἐκεῖνοι μὲν μεγάλων κακῶν συμβάντων ἔσωσαν τὴν πόλιν τὸ κάλλιστον ἐκ παιδείας ῥῆμα φθεγξάμενοι, μὴ μνησικακεῖν· σὺ δὲ ἑλκοποιεῖς, καὶ μᾶλλόν σοι μέλει τῶν αὐθημερὸν λόγων, ἢ τῆς σωτηρίας τῆς πόλεως.
208 ὅταν δʼ ἐπίορκος ὢν εἰς τὴν τῶν ὅρκων τῶν ὅρκων Sakorraphos: ἀπὸ or διὰ τῶν ὅρκων MSS. πίστιν καταφυγγάνῃ, ἐκεῖνο ἀπομνημονεύσατε αὐτῷ, ὅτι τῷ πολλάκις μὲν ἐπιορκοῦντι, ἀεὶ δὲ ἀεὶ δὲ Dobree: ἀεὶ δὲ πρὸς τοὺς αὐτοὺς MSS. μεθʼ ὅρκων ἀξιοῦντι πιστεύεσθαι, δυοῖν θάτερον ὑπάρξαι δεῖ, δεῖ Cobet: after δεῖ the MSS. have ὧν οὐδέτερόν ἐστ. Δημοσθένει ὑπάρχον. ἢ τοὺς θεοὺς καινούς, ἢ τοὺς ἀκροατὰς μὴ τοὺς αὐτούς.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi