191
ὅτι τοὺς παρὰ τοὺς νόμους ἄρξαντας κατέλυσαν, διὰ τοῦτʼ αὐτούς φησιν ὁ ποιητὴς τιμηθῆναι. ἔναυλον γὰρ ἦν ἔτι τότε πᾶσιν, ὅτι τηνικαῦτα ὁ δῆμος κατελύθη, ἐπειδή τινες τὰς γραφὰς τῶν παρανόμων ἀνεῖλον. καὶ γὰρ τοι, ὡς ἐγὼ τοῦ πατρὸς τοῦ ἐμαυτοῦ ἐπυνθανόμην, ὃς ἔτη βιοὺς ἐνενήκοντα καὶ πέντε ἐτελεύτησεν, ἁπάντων μετασχὼν τῶν πόνων τῇ πόλει, οὓς οὓς Markland: ὃς MSS. πολλάκις πρὸς ἐμὲ διεξῄει ἐπὶ σχολῆς· ἔφη γὰρ, ὅτε ἀρτίως κατεληλύθει ὁ δῆμος, εἴ τις εἰσίοι γραφὴ παρανόμων εἰς δικαστήριον, εἶναι ὅμοιον τὸ ὄνομα καὶ τὸ ἔργον. τί γάρ ἐστιν ἀνοσιώτερον ἀνδρὸς παράνομα λέγοντος καὶ πράττοντος;
192
καὶ τὴν ἀκρόασιν, ὡς ἐκεῖνος ἀπήγγελλεν, οὐ τὸν αὐτὸν τρόπον ἐποιοῦντο ὥσπερ νῦν γίγνεται, ἀλλʼ ἦσαν πολὺ χαλεπώτεροι οἱ δικασταὶ τοῖς τὰ παράνομα γράφουσιν αὐτοῦ τοῦ κατηγόρου, καὶ πολλάκις ἀνεπόδιζον τὸν γραμματέα καὶ ἐκέλευον πάλιν ἀναγιγνώσκειν τοὺς νόμους καὶ τὸ ψήφισμα, καὶ ἡλίσκοντο οἱ τὰ παράνομα γράφοντες, οὐκ εἰ πάντας παραπηδήσειαν τοὺς νόμους, ἀλλʼ εἰ μίαν μόνον συλλαβὴν παραλλάξειαν. τὸ δὲ νυνὶ γιγνόμενον πρᾶγμα ὑπερκαταγέλαστόν ἐστιν· ὁ μὲν γὰρ γραμματεὺς ἀναγιγνώσκει τὸ παράνομον, οἱ δὲ δικασταὶ ὥσπερ ἐπῳδὴν ἢ ἀλλότριόν τι πρᾶγμʼ ἀκροώμενοι, πρὸς ἑτέρῳ τινὶ τὴν γνώμην ἔχουσιν.