Thesauros Edebiyat Hitabet Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
126 τὸ δʼ αὐτὸ τοῦτο καὶ ἐν τῇ ἐκκλησία διεπράξατο ἐπιψηφισθῆναι καὶ γενέσθαι δήμου ψήφισμα, ἐπʼ ἀναστάσει τῆς ἐκκλησίας οὔσης, οὔσης added by Hamaker. ἀπεληλυθότος ἐμοῦ, οὐ γὰρ ἄν ποτε ἐπέτρεψα, καὶ τῶν πολλῶν διαφειμένων· οὗ τὸ κεφάλαιόν ἐστι, τὸν ἱερομνήμονα, φησί, τὸν Ἀθηναίων καὶ τοὺς πυλαγόρους τοὺς ἀεὶ πυλαγοροῦντας πορεύεσθαι εἰς Πύλας καὶ εἰς Δελφοὺς ἐν τοῖς τεταγμένοις χρόνοις ὑπὸ τῶν προγόνων, εὐπρεπῶς γε τῷ ὀνόματι, ἀλλὰ τῷ ἔργῳ αἰσχρῶς· κωλύει γὰρ εἰς τὸν σύλλογον τὸν ἐν Πύλαις ἀπαντᾶν, ὃς ἐξ ἀνάγκης πρὸ τοῦ καθήκοντος ἔμελλε χρόνου γίγνεσθαι.
127 καὶ πάλιν ἐν τῷ αὐτῷ ψηφίσματι πολὺ καὶ σαφέστερον καὶ πικρότερον γράφει, γράφει Dobree: after γράφει the MSS. have πρόσταγμα or σύγγραμμα. τὸν ἱερομνήμονα, φησί, τὸν Ἀθηναίων καὶ τοὺς πυλαγόρους τοὺς ἀεὶ πυλαγοροῦντας μὴ μετέχειν τοῖς ἐκεῖσε συλλεγομένοις μήτε λόγου μήτε ἔργου μήτε δόγματος μήτε πράξεως μηδεμιᾶς. τὸ δὲ μὴ μετέχειν τί ἐστι; πότερα τἀληθὲς εἴπω, ἢ τὸ ἥδιστον ἀκοῦσαι; τἀληθὲς ἐρῶ· τὸ γὰρ ἀεὶ πρὸς ἡδονὴν λεγόμενον οὑτωσὶ τὴν πόλιν διατέθηκεν. οὐκ ἐᾷ μεμνῆσθαι τῶν ὅρκων, οὓς ἡμῶν ὤμοσαν οἱ πρόγονοι, οὐδὲ τῆς ἀρᾶς, οὐδὲ τῆς τοῦ θεοῦ μαντείας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi