Thesauros Edebiyat Hitabet Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
100 ταῦτα δʼ εἰπὼν δίδωσιν ἀναγνῶναι ψήφισμα τῷ γραμματεῖ μακρότερον μὲν τῆς Ἰλιάδος, κενότερον δὲ τῶν λόγων οὓς εἴωθε λέγειν, καὶ τοῦ βίου ὃν βεβίωκε, μεστὸν δʼ ἐλπίδων οὐκ ἐσομένων καὶ στρατοπέδων οὐδέποτε συλλεγησομένων. ἀπαγαγὼν δʼ ὑμᾶς ἄπωθεν ἀπὸ τοῦ κλέμματος καὶ ἀνακρεμάσας ἀπὸ τῶν ἐλπίδων, ἐνταῦθʼ ἤδη συστρέψας γράφει, γράφει Franke: after γράφει the MSS. have κελεύων or καὶ κελεύει. ἑλέσθαι πρέσβεις εἰς Ἐρέτριαν, οἵτινες δεήσονται τῶν Ἐρετριέων, πάνυ γὰρ ἔδει δεηθῆναι, μηκέτι διδόναι τὴν σύνταξιν ὑμῖν, τὰ πέντε τάλαντα, ἀλλὰ Καλλίᾳ, καὶ πάλιν ἑτέρους ἑτέρους Franke: after ἑτέρους the MSS. have αἱρήσεται or αἱρεῖσθαι. εἰς Ὠρεόν, Ὠρεόν Franke: Ὠρεὸν πρὸς τοὺς Ὠρείτας πρέσβεις MSS. οἵτινες δεήσονται τὸν αὐτὸν Ἀθηναίοις καὶ φίλον καὶ ἐχθρὸν νομίζειν. νομίζειν Taylor: νομίζειν εἶναι MSS.
101 ἔπειτα ἀναφαίνεται παρʼ ἅπαντʼ ὢν παρ’ ἅπαντ’ ὢν Blass: περὶ ἁπάντων or περὶ πάντων MSS. ἐν τῷ ψηφίσματι πρὸς τῷ κλέμματι, γράψας καὶ τὰ πέντε τάλαντα τοὺς πρέσβεις ἀξιοῦν τοὺς Ὠρείτας μὴ ὑμῖν, ὑμῖν Blass [Aldus]: ἡμῖν MSS. ἀλλὰ Καλλίᾳ διδόναι. ὅτι δʼ ἀληθῆ λέγω, ἀφελὼν τὸν κόμπον καὶ τὰς τριήρεις καὶ τὴν ἀλαζονείαν ἀνάγνωθι· τοῦ κλέμματος τοῦ κλέμματος· the MSS. have καὶ τοῦ κλέμματος or καὶ ἀπὸ τοῦ κλέμματος. ἅψαι, ὃ ὑφείλετο ὁ μιαρὸς καὶ ἀνόσιος ἄνθρωπος, ὅν φησι Κτησιφῶν ἐν τῷδε τῷ ψηφίσματι διατελεῖν λέγοντα καὶ πράττοντα τὰ ἄριστα τῷ δήμῳ τῷ δήμῳ τῷ Weidner: δήμῳ τῶν MSS. Ἀθηναίων.
102 Ψήφισμα

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi