98
ὑπάρξειν δὲ πρὸς τούτοις καὶ τὰς πολιτικὰς δυνάμεις, ἐκ Πελοποννήσου μὲν πλέον ἢ δισχιλίους ὁπλίτας, ἐξ Ἀκαρνανίας δὲ ἑτέρους τοσούτους· δεδόσθαι δὲ ἁπάντων τούτων τὴν ἡγεμονίαν ὑμῖν· πραχθήσεσθαι δὲ ταῦτα οὐκ εἰς μακράν, ἀλλʼ εἰς τὴν ἕκτην ἐπὶ δέκα τοῦ Ἀνθεστηριῶνος μηνός· εἰρῆσθαι γὰρ ἐν ταῖς πόλεσιν ὑφʼ αὑτοῦ καὶ παρηγγέλθαι πάντας ἥκειν συνεδρεύσοντας Ἀθήναξε εἰς τὴν πανσέληνον. καὶ γὰρ τοῦτο ἅνθρωπος ἅνθρωπος Markland: ἄνθρωπος or ἀνθρώπων MSS. ἴδιον καὶ οὐ κοινὸν ποιεῖ.
99
οἱ μὲν γὰρ ἄλλοι ἀλαζόνες, ὅταν τι ψεύδωνται, ἀόριστα καὶ ἀσαφῆ πειρῶνται λέγειν, φοβούμενοι τὸν ἔλεγχον· Δημοσθένης δʼ ὅταν ἀλαζονεύηται, πρῶτον μὲν μεθʼ ὅρκου ψεύδεται, ἐξώλειαν ἐπαρώμενος ἑαυτῷ, δεύτερον δέ, ἃ εὖ οἶδεν οὐδέποτε ἐσόμενα, τολμᾷ λέγειν εἰς ὁπότʼ ἔσται, καὶ ὧν τὰ σώματα οὐχ ἑώρακε, τούτων τὰ ὀνόματα λέγει, κλέπτων τὴν ἀκρόασιν καὶ μιμούμενος τοὺς τἀληθῆ λέγοντας. διὸ καὶ σφόδρα ἄξιός ἐστι μισεῖσθαι, ὅτι πονηρὸς ὢν καὶ τὰ τῶν χρηστῶν σημεῖα διαφθείρει.